previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πενθεύς

215ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός,
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά,
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα
220Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς:
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν,
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους,
225τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου.

ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας
σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις:
ὅσαι δ᾽ ἄπεισιν, ἐξ ὄρους θηράσομαι,
Ἰνώ τ᾽ Ἀγαύην θ᾽, μ᾽ ἔτικτ᾽ Ἐχίονι,
230Ἀκταίονός τε μητέρ᾽, Αὐτονόην λέγω.
καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν
παύσω κακούργου τῆσδε βακχείας τάχα.

λέγουσι δ᾽ ὥς τις εἰσελήλυθε ξένος,
γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός,
235ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην,
οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων,
ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται
τελετὰς προτείνων εὐίους νεάνισιν.
εἰ δ᾽ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης,
240παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε
κόμας, τράχηλον σώματος χωρὶς τεμών.

ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν,
ἐκεῖνος ἐν μηρῷ ποτ᾽ ἐρράφθαι Διός,
ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις
245σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο.
ταῦτ᾽ οὐχὶ δεινῆς ἀγχόνης ἔστ᾽ ἄξια,
ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ξένος;

ἀτὰρ τόδ᾽ ἄλλο θαῦμα, τὸν τερασκόπον
ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ
250πατέρα τε μητρὸς τῆς ἐμῆσ--πολὺν γέλων--
νάρθηκι βακχεύοντ᾽: ἀναίνομαι, πάτερ,
τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον.
οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν
θύρσου μεθήσεις χεῖρ᾽, ἐμῆς μητρὸς πάτερ;
255

σὺ ταῦτ᾽ ἔπεισας, Τειρεσία: τόνδ᾽ αὖ θέλεις
τὸν δαίμον᾽ ἀνθρώποισιν ἐσφέρων νέον
σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν.
εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο,
καθῆσ᾽ ἂν ἐν βάκχαισι δέσμιος μέσαις,
260τελετὰς πονηρὰς εἰσάγων: γυναιξὶ γὰρ
ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος,
οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων.

Χορός

τῆς δυσσεβείας. ξέν᾽, οὐκ αἰδῇ θεοὺς
Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν,
265Ἐχίονος δ᾽ ὢν παῖς καταισχύνεις γένος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: