This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
γενομένης οὖν τῆς ἐξαγωγῆς, ἵνα τὰ πλεῖστα παραλίπω, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου, οὔτε γόνῳ, ὥσπερ εἶπον, υἱέος οὐδενὸς ὄντος τῷ τετελευτηκότι, οὔτ᾽ εἰσποιητοῦ γεγενημένου κατὰ τοὺς νόμους. μετὰ δὲ ταῦτα Λεώστρατος οὑτοσὶ παρακαταβάλλει ὡς υἱὸς Ἀρχιάδου ἐκείνου, οὐκ ἐπιλογισάμενος οὔθ᾽ ὅτι ἐπανεληλύθει εἰς τοὺς Ἐλευσινίους, οὔθ᾽ ὅτι οἱ εἰσποιητοὶ οὐκ αὐτοὶ ὑφ᾽ αὑτῶν, ἀλλ᾽ ὑπὸ τῶν εἰσποιουμένων καθίστανται:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.