This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[12]
οὐκοῦν κατὰ μὲν ταῦτα πάντα ἐξελέγχεται τὰ ψευδῆ μεμαρτυρηκὼς καὶ παρὰ τὸν νόμον: βούλομαι δ᾽ ὑμῖν καὶ αὐτὸ τοῦτο ἐπιδεῖξαι, ὡς οὔτε διέθετο ὁ πατὴρ ἡμῶν διαθήκην οὐδεμίαν οὔθ᾽ οἱ νόμοι ἐῶσιν. εἰ γάρ τις ἔροιτο ὑμᾶς, καθ᾽ ὁποίους νόμους δεῖ πολιτεύεσθαι ἡμᾶς, δῆλον ὅτι ἀποκρίναισθ᾽ ἂν κατὰ τοὺς κειμένους. ἀλλὰ μὴν οἵ γε νόμοι ἀπαγορεύουσι ‘μηδὲ νόμον ἐξεῖναι ἐπ᾽ ἀνδρὶ θεῖναι, ἂν μὴ τὸν αὐτὸν ἐφ᾽ ἅπασιν Ἀθηναίοις’.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.