This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, Θεοκρίνης, εἴ τις αὐτῷ τὰς χιλίας δραχμὰς ἐδίδου, τὴν γραφὴν ἂν ἀνείλετο τὴν κατὰ τοῦ πατρός, ἡγοῦμαι πάντας ὑμᾶς πιστεύειν, καὶ εἰ μηδεὶς ἐμαρτύρησεν. ὅτι δὲ πολλὰς ἑτέρας προσκαλεσάμενος καὶ γραψάμενος καθυφεῖκεν, καὶ μικρὸν ἀργύριον λαμβάνων ἀπαλλάττεται, τοὺς δόντας ὑμῖν αὐτοὺς καλῶ, ἵνα μὴ πιστεύητε αὐτῷ λέγοντι ὡς αὐτὸς φυλάττει τοὺς παράνομα γράφοντας, καὶ ὡς, ὅταν αἱ τῶν παρανόμων γραφαὶ ἀναιρεθῶσιν, ὁ δῆμος καταλύεται: ταῦτα γὰρ οἱ πάντα πωλοῦντες λέγειν εἰθισμένοι εἰσίν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.