previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἴσως ὀχληρός, ἄνδρες Ἀθηναῖοι, τισὶν ὑμῶν εἶναι δοκῶ, πολλάκις λέγων περὶ τῶν αὐτῶν ἀεί. ἀλλ᾽ ἐὰν ὀρθῶς σκοπῆτε, οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν, ἀλλ᾽ οἱ μὴ πειθόμενοι τοῖς ὑμετέροις ψηφίσμασιν. εἰ γὰρ ἐκεῖνοι τὸ πρῶτον ἐποίησαν ὑμεῖς προσετάξατε, οὐδὲν ἂν τὸ δεύτερον ἡμᾶς ἔδει λέγειν, οὐδ᾽ εἰ τὸ δεύτερον, αὖθις. νῦν δ᾽ ὅσῳ πλεονάκις τὰ προσήκονθ᾽ [ὑμῖν] ὑμεῖς ἐψηφίσασθε, τοσούτῳ μοι δοκοῦσιν ἧττον ἐκεῖνοι παρεσκευάσθαι ποιεῖν. [2] πρότερον μὲν οὖν ἔγωγε μὰ τοὺς θεοὺς οὐκ ᾔδειν πρὸς τί ποτ᾽ εἴη τοῦτ᾽ εἰρημένονἀρχὴ ἄνδρα δείκνυσιν:’ νῦν δὲ κἂν ἄλλον μοι δοκῶ διδάξαι. οἱ γὰρ ἄρχοντες τινὲς αὐτῶν, ἵνα μὴ πάντας λέγω, τῶν μὲν ὑμετέρων ψηφισμάτων ἀλλ᾽ οὐδὲ τὸ μικρότατον φροντίζουσιν, ὅπως δὲ λήψονται. εἰ μὲν οὖν ἐνῆν δοῦναι, δικαίως ἂν αὐτὸ τοῦτό μοί τις ἐπέπληξεν, εἰ διὰ μικρὸν ἀνάλωμ᾽ ἐνοχλεῖν ὑμῖν ᾑρούμην: νῦν δ᾽ οὐκ ἔνι, καθάπερ οὐδὲ τούτους λέληθεν. [3] εἰ δ᾽ ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτ᾽ ἴσως βούλονται καὶ προσδοκῶσιν: ἐγὼ δ᾽ οὐ ποιήσω ταῦτα, ἀλλ᾽ ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: