previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κλέων

ἄπαγ᾽ ἐς μακαρίαν ἐκποδών.

Ἀλλαντοπώλης
σύ γ᾽ φθόρε.

Κλέων

Δῆμ᾽ ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σ᾽ εὐεργετεῖν.

Ἀλλαντοπώλης

ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.

Δῆμος

ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

Ἀλλαντοπώλης

οἶσθ᾽ οὖν δρᾶσον;

Δῆμος
εἰ δὲ μή, φράσεις γε σύ.

Ἀλλαντοπώλης

1160ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
ἵνα σ᾽ εὖ ποιῶμεν ἐξ ἴσου.

Δῆμος
δρᾶν ταῦτα χρή.
ἄπιτον.

Κλέων καὶ Ἀλλαντοπώλης
ἰδού.

Δῆμος
θέοιτ᾽ ἄν.

Ἀλλαντοπώλης
ὑποθεῖν οὐκ ἐῶ.

Δῆμος

ἀλλ᾽ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δί᾽ 'γὼ θρύψομαι.

Κλέων

ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

Ἀλλαντοπώλης

1165ἀλλ᾽ οὐ τράπεζαν, ἀλλ᾽ ἐγὼ προτεραίτερος.

Κλέων

ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Ἀλλαντοπώλης

ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δῆμος

1170ὡς μέγαν ἄρ᾽ εἶχες πότνια τὸν δάκτυλον.

Κλέων

ἐγὼ δ᾽ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν:
ἐτόρυνε δ᾽ αὔθ᾽ Παλλὰς Πυλαιμάχος.

Ἀλλαντοπώλης

Δῆμ᾽ ἐναργῶς θεός σ᾽ ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δῆμος

1175οἴει γὰρ οἰκεῖσθ᾽ ἂν ἔτι τήνδε τὴν πόλιν,
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλέων

τουτὶ τέμαχός σοὔδωκεν Φοβεσιστράτη.

Ἀλλαντοπώλης

δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δῆμος

1180καλῶς γ᾽ ἐποίησε τοῦ πέπλου μεμνημένη.

Κλέων

Γοργολόφα σ᾽ ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Ἀλλαντοπώλης

λαβὲ καὶ ταδί νυν.

Δῆμος
καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις;

Ἀλλαντοπώλης
ἐπίτηδες αὔτ᾽ ἔπεμψέ σοι
1185ἐς τὰς τριήρεις ἐντερόνειαν θεός:
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

Δῆμος

ὡς ἡδὺς Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

Ἀλλαντοπώλης

Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

Κλέων

1190λαβέ νυν πλακοῦντος πίονος παρ᾽ ἐμοῦ τόμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Eugene O'Neill, Jr., 1938)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: