previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δῆμος

1335 φίλτατ᾽ ἀνδρῶν ἐλθὲ δεῦρ᾽ Ἀγοράκριτε.
ὅσα με δέδρακας ἀγάθ᾽ ἀφεψήσας.

Ἀλλαντοπώλης
ἐγώ;
ἀλλ᾽ μέλ᾽ οὐκ οἶσθ᾽ οἷος ἦσθ᾽ αὐτὸς πάρος,
οὐδ᾽ οἷ᾽ ἔδρας: ἐμὲ γὰρ νομίζοις ἂν θεόν.

Δῆμος

τί δ᾽ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ;

Ἀλλαντοπώλης

1340πρῶτον μέν, ὁπότ᾽ εἴποι τις ἐν τἠκκλησίᾳ,
Δῆμ᾽ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,’
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κἀκερουτίας.

Δῆμος
ἐγώ;

Ἀλλαντοπώλης

1345εἶτ᾽ ἐξαπατήσας σ᾽ ἀντὶ τούτων ᾤχετο.

Δῆμος

τί φῄς;
ταυτί μ᾽ ἔδρων, ἐγὼ δὲ τοῦτ᾽ οὐκ ᾐσθόμην;

Ἀλλαντοπώλης

τὰ δ᾽ ὦτά γ᾽ ἄν σου νὴ Δί᾽ ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.

Δῆμος

οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;

Ἀλλαντοπώλης

1350καὶ νὴ Δί᾽ εἴ γε δύο λεγοίτην ῥήτορε,
μὲν ποιεῖσθαι ναῦς μακρὰς δ᾽ ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθ᾽, τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;

Δῆμος

1355αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.

Ἀλλαντοπώλης

ἀλλ᾽ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλ᾽ οἵ σε ταῦτ᾽ ἐξηπάτων. νυνδὶ φράσον:
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος:
οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
1360εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην:’
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: