This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7] ἀκουσίως δὲ οὐχ ἧσσον ἢ ἑκουσίως ἀποκτείναντες1 μου τὸν παῖδα, τὸ παράπαν δ᾽ ἀρνούμενοι2 μὴ ἀποκτεῖναι αὐτόν, οὐδ᾽ ὑπὸ τοῦ νόμου καταλαμβάνεσθαί φασιν,3 ὃς ἀπαγορεύει μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν. ἀλλὰ τίς ὁ βαλών; εἰς τίν᾽ ὁ φόνος ἀνήκει;4 εἰς τοὺς θεωμένους ἢ εἰς τοὺς παιδαγωγοὺς, ὧν οὐδεὶς οὐδὲν κατηγορεῖ; οὐ γὰρ ἀφανὴς ἀλλὰ καὶ λίαν φανερὸς ἔμοιγε αὐτοῦ ὁ θάνατός ἐστιν. ἐγὼ δὲ τὸν νόμον ὀρθῶς ἀγορεύειν φημὶ τοὺς ἀποκτείναντας κολάζεσθαι: ὅ τε γὰρ ἄκων ἀποκτείνας ἀκουσίοις κακοῖς περιπεσεῖν δίκαιός ἐστιν, ὅ τε διαφθαρεὶς οὐδὲν ἧσσον ἀκουσίως ἢ ἑκουσίως βλαφθεὶς ἀδικοῖτ᾽ ἂν ἀτιμώρητος γενόμενος.