previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διαδεξαμένην δὲ τὴν ταύτης θυγατέρα τὴν βασιλείαν ζηλῶσαι [p. 243] μὲν τὴν ἀρετὴν τῆς μητρός, ὑπερβαλέσθαι δὲ ταῖς κατὰ μέρος πράξεσι. τὰς μὲν γὰρ παρθένους ἀπὸ τῆς πρώτης ἡλικίας ἔν τε ταῖς θήραις γυμνάζειν καὶ καθ᾽ ἡμέραν ἀσκεῖν τὰ πρὸς πόλεμον ἀνήκοντα, καταδεῖξαι δὲ καὶ θυσίας μεγαλοπρεπεῖς Ἄρει τε καὶ Ἀρτέμιδι τῇ προσαγορευομένῃ Ταυροπόλῳ: [2] στρατεύσασαν δ᾽ εἰς τὴν πέραν τοῦ Τανάιδος ποταμοῦ χώραν καταπολεμῆσαι πάντα τὰ ἔθνη τὰ συνεχῆ μέχρι τῆς Θρᾴκης: ἀνακάμψασαν δὲ μετὰ πολλῶν λαφύρων εἰς τὴν οἰκείαν ναοὺς μεγαλοπρεπεῖς κατασκευάσαι τῶν προειρημένων θεῶν, καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς ἄρχουσαν ἀποδοχῆς τυγχάνειν τῆς μεγίστης. στρατεῦσαι δὲ καὶ ἐπὶ θάτερα μέρη, καὶ πολλὴν τῆς Ἀσίας κατακτήσασθαι, καὶ διατεῖναι τῇ δυνάμει μέχρι τῆς Συρίας. [3] μετὰ δὲ τὴν ταύτης τελευτὴν ἀεὶ τὰς προσηκούσας τῷ γένει διαδεχομένας τὴν βασιλείαν ἄρξαι μὲν ἐπιφανῶς, αὐξῆσαι δὲ τὸ ἔθνος τῶν Ἀμαζονίδων δυνάμει τε καὶ δόξῃ. μετὰ δὲ ταῦτα πολλαῖς γενεαῖς ὕστερον, διαβεβοημένης κατὰ πᾶσαν τὴν οἰκουμένην τῆς περὶ αὐτὰς ἀρετῆς, Ἡρακλέα φασὶ τὸν ἐξ Ἀλκμήνης καὶ Διὸς ἆθλον λαβεῖν παρ᾽ Εὐρυσθέως τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα. [4] διόπερ στρατεῦσαι μὲν αὐτόν, παρατάξει δὲ μεγάλῃ νικήσαντα τό τε στρατόπεδον τῶν Ἀμαζόνων κατακόψαι καὶ τὴν Ἱππολύτην μετὰ τοῦ ζωστῆρος ζωγρήσαντα τὸ ἔθνος τοῦτο τελέως συντρῖψαι. διόπερ τοὺς περιοικοῦντας βαρβάρους τῆς μὲν ἀσθενείας αὐτῶν καταφρονήσαντας, [p. 244] τῶν δὲ καθ᾽ ἑαυτοὺς μνησικακήσαντας, πολεμῆσαι συνεχῶς τὸ ἔθνος ἐπὶ τοσοῦτον ὥστε μηδ᾽ ὄνομα τοῦ γένους τῶν Ἀμαζονίδων ἀπολιπεῖν. [5] μετὰ γὰρ τὴν Ἡρακλέους στρατείαν ὀλίγοις ὕστερον ἔτεσι κατὰ τὸν Τρωικὸν πόλεμόν φασι Πενθεσίλειαν τὴν βασιλεύουσαν τῶν ὑπολελειμμένων Ἀμαζονίδων, Ἄρεος μὲν οὖσαν θυγατέρα, φόνον δ᾽ ἐμφύλιον ἐπιτελεσαμένην, φυγεῖν ἐκ τῆς πατρίδος διὰ τὸ μύσος. συμμαχήσασαν δὲ τοῖς Τρωσὶ μετὰ τὴν Ἕκτορος τελευτὴν πολλοὺς ἀνελεῖν τῶν Ἑλλήνων, ἀριστεύσασαν δ᾽ αὐτὴν ἐν τῇ παρατάξει καταστρέψαι τὸν βίον ἡρωικῶς ὑπ᾽ Ἀχιλλέως ἀναιρεθεῖσαν. [6] τῶν μὲν οὖν Ἀμαζονίδων ἐσχάτην ταύτην λέγουσιν ἀνδρείᾳ διενεγκεῖν, καὶ τὸ λοιπὸν ἀεὶ τὸ ἔθνος ταπεινούμενον ἀσθενῆσαι παντελῶς: διὸ καὶ κατὰ τοὺς νεωτέρους καιρούς, ἐπειδάν τινες περὶ τῆς αὐτῶν ἀνδρείας διεξίωσι, μύθους ἡγοῦνται πεπλασμένους τὰς περὶ τῶν Ἀμαζονίδων ἀρχαιολογίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: