previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα διελθὼν τὸ Λεοντῖνον πεδίον, τὸ μὲν κάλλος τῆς χώρας ἐθαύμασε, πρὸς δὲ τοὺς τιμῶντας αὐτὸν οἰκείως διατιθέμενος ἀπέλιπε παρ᾽ αὐτοῖς ἀθάνατα μνημεῖα τῆς ἑαυτοῦ παρουσίας. ἴδιον δέ τι συνέβη γενέσθαι περὶ τὴν πόλιν τῶν Ἀγυριναίων. ἐν ταύτῃ γὰρ τιμηθεὶς ἐπ᾽ ἴσης τοῖς [p. 434] Ὀλυμπίοις θεοῖς πανηγύρεσι καὶ θυσίαις λαμπραῖς, καίπερ κατὰ τοὺς ἔμπροσθεν χρόνους οὐδεμίαν θυσίαν προσδεχόμενος, τότε πρώτως συνευδόκησε, τοῦ δαιμονίου τὴν ἀθανασίαν αὐτῷ προσημαίνοντος. [2] ὁδοῦ γὰρ οὔσης οὐκ ἄπωθεν τῆς πόλεως πετρώδους, αἱ βόες τὰ ἴχνη καθάπερ ἐπὶ κηροῦ τινος ἀπετυποῦντο. ὁμοίως δὲ καὶ αὐτῷ τῷ Ἡρακλεῖ τούτου συμβαίνοντος, καὶ τοῦ ἄθλου δεκάτου τελουμένου, νομίσας ἤδη τι λαμβάνειν τῆς ἀθανασίας, προσεδέχετο τὰς τελουμένας ὑπὸ τῶν ἐγχωρίων κατ᾽ ἐνιαυτὸν θυσίας. [3] διόπερ τοῖς εὐδοκουμένοις τὰς χάριτας ἀποδιδούς, πρὸ μὲν τῆς πόλεως κατεσκεύασε λίμνην, ἔχουσαν τὸν περίβολον σταδίων τεττάρων, ἣν ἐπώνυμον αὐτῷ καλεῖσθαι προσέταξεν: ὡσαύτως δὲ καὶ τῶν βοῶν τοῖς ἀποτυπωθεῖσιν ἴχνεσι τὴν ἐφ᾽ ἑαυτοῦ προσηγορίαν ἐπιθείς, τέμενος κατεσκεύασεν ἥρωι Γηρυόνῃ, μέχρι τοῦ νῦν τιμᾶται παρὰ τοῖς ἐγχωρίοις. [4] Ἰολάου τε τοῦ ἀδελφιδοῦ συστρατεύοντος τέμενος ἀξιόλογον ἐποίησε, καὶ τιμὰς καὶ θυσίας κατέδειξεν αὐτῷ γίνεσθαι κατ᾽ ἐνιαυτὸν τὰς μέχρι τοῦ νῦν τηρουμένας: πάντες γὰρ οἱ κατὰ ταύτην τὴν πόλιν οἰκοῦντες ἐκ γενετῆς τὰς κόμας ἱερὰς Ἰολάῳ τρέφουσι, μέχρι ἂν ὅτου θυσίαις μεγαλοπρεπέσι καλλιερήσαντες τὸν θεὸν ἵλεων κατασκευάσωσι. [5] τοσαύτη δ᾽ ἐστὶν ἁγνεία καὶ σεμνότης περὶ τὸ τέμενος ὥστε τοὺς μὴ τελοῦντας τὰς εἰθισμένας [p. 435] θυσίας παῖδας ἀφώνους γίνεσθαι καὶ τοῖς τετελευτηκόσιν ὁμοίους. ἀλλ᾽ οὗτοι μέν, ὅταν εὔξηταί τις ἀποδώσειν τὴν θυσίαν καὶ ἐνέχυρον τῆς θυσίας ἀναδείξῃ τῷ θεῷ, παραχρῆμα ἀποκαθίστασθαί φασι τοὺς τῇ προειρημένῃ νόσῳ κατεχομένους. [6] οἱ δ᾽ οὖν ἐγχώριοι τούτοις ἀκολούθως τὴν μὲν πύλην, πρὸς τὰς ἀπαντήσεις καὶ θυσίας τῷ θεῷ παρέστησαν, Ἡρακλείαν προσηγόρευσαν, ἀγῶνα δὲ γυμνικὸν καὶ ἱππικὸν καθ᾽ ἕκαστον ἔτος μετὰ πάσης προθυμίας ποιοῦσι. πανδήμου δὲ τῆς ἀποδοχῆς ἐλευθέρων τε καὶ δούλων γινομένης, κατέδειξαν καὶ τοὺς οἰκέτας ἰδίᾳ τιμῶντας τὸν θεὸν θιάσους τε συνάγειν καὶ συνιόντας εὐωχίας τε καὶ θυσίας τῷ θεῷ συντελεῖν. [7] δ᾽ Ἡρακλῆς μετὰ τῶν βοῶν περαιωθεὶς εἰς τὴν Ἰταλίαν προῆγε διὰ τῆς παραλίας, καὶ Λακίνιον μὲν κλέπτοντα τῶν βοῶν ἀνεῖλε, Κρότωνα δὲ ἀκουσίως ἀποκτείνας ἔθαψε μεγαλοπρεπῶς καὶ τάφον αὐτοῦ κατεσκεύασε: προεῖπε δὲ καὶ τοῖς ἐγχωρίοις ὅτι καὶ κατὰ τοὺς ὕστερον χρόνους ἔσται πόλις ἐπίσημος ὁμώνυμος τῷ τετελευτηκότι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: