previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μίνως δὲ πυθόμενος τὴν κατὰ τὸν υἱὸν συμφοράν, ἧκεν εἰς τὰς Ἀθήνας δίκας αἰτῶν τοῦ Ἀνδρόγεω φόνου. οὐδενὸς δ᾽ αὐτῷ προσέχοντος, πρὸς μὲν Ἀθηναίους πόλεμον συνεστήσατο, ἀρὰς δὲ ἐποιήσατο τῷ Διὶ γενέσθαι κατὰ τὴν πόλιν τῶν Ἀθηναίων αὐχμὸν καὶ λιμόν. ταχὺ δὲ περὶ τὴν Ἀττικὴν καὶ τὴν Ἑλλάδα γενομένων αὐχμῶν καὶ φθαρέντων τῶν καρπῶν, συνελθόντες οἱ τῶν πόλεων ἡγεμόνες ἐπηρώτησαν τὸν θεὸν πῶς ἂν δύναιντο τῶν κακῶν ἀπαλλαγῆναι. δ᾽ ἔχρησεν ἐλθεῖν αὐτοὺς πρὸς Αἰακὸν τὸν Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ θυγατρός, καὶ κελεύειν ὑπὲρ αὐτῶν εὐχὰς ποιήσασθαι. [2] ὧν πραξάντων τὸ προσταχθέν, μὲν Αἰακὸς ἐπετέλεσε τὰς εὐχάς, καὶ αὐχμὸς παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν ἐπαύσατο, παρὰ δὲ τοῖς Ἀθηναίοις μόνοις διέμεινεν: οὗ δὴ χάριν ἠναγκάσθησαν οἱ Ἀθηναῖοι τὸν θεὸν ἐπερωτῆσαι περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. εἶθ᾽ μὲν θεὸς ἔχρησεν, ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ: [3] ὑπακουσάντων δὲ τῷ θεῷ τῶν Ἀθηναίων, προσέταξεν αὐτοῖς Μίνως διδόναι κόρους ἑπτὰ καὶ τὰς ἴσας κόρας δι᾽ ἐτῶν ἐννέα βορὰν τῷ Μινωταύρῳ ὅσον ἂν χρόνον ζῇ τὸ [p. 494] τέρας. δόντων δ᾽ αὐτῶν, ἀπηλλάγησαν τῶν κακῶν οἱ κατὰ τὴν Ἀττικήν, καὶ Μίνως πολεμῶν ἐπαύσατο τὰς Ἀθήνας. διελθόντων δὲ ἐτῶν ἐννέα πάλιν Μίνως ἦλθεν εἰς τὴν Ἀττικὴν μετὰ μεγάλου στόλου, καὶ τοὺς δὶς ἑπτὰ κόρους ἀπαιτήσας ἔλαβε. [4] μελλόντων δ᾽ ἐκπλεῖν τῶν περὶ τὸν Θησέα, Αἰγεὺς συνέθετο πρὸς τὸν κυβερνήτην καὶ προσέταξεν αὐτῷ, ἐὰν μὲν Θησεὺς νικήσῃ τὸν Μινώταυρον, καταπλεῖν αὐτοὺς λευκοῖς ἱστίοις, ἐὰν δὲ ἀπόληται, μέλασι, καθάπερ καὶ πρότερον ποιεῖν εἰώθεσαν. καταπλευσάντων δ᾽ αὐτῶν εἰς Κρήτην Ἀριάδνη μὲν θυγάτηρ τοῦ Μίνωος ἠράσθη τοῦ Θησέως εὐπρεπείᾳ διαφέροντος, Θησεὺς δ᾽ εἰς λόγους ἐλθὼν αὐτῇ καὶ ταύτην συνεργὸν λαβών, τόν τε Μινώταυρον ἀπέκτεινε καὶ τὴν ἔξοδον τὴν τοῦ λαβυρίνθου παρ᾽ αὐτῆς μαθὼν διεσώθη. [5] ἀνακομιζόμενος δ᾽ εἰς τὴν πατρίδα καὶ κλέψας τὴν Ἀριάδνην ἔλαθεν ἐκπλεύσας νυκτός, καὶ κατῆρεν εἰς νῆσον τὴν τότε μὲν Δίαν, νῦν δὲ Νάξον προσαγορευομένην. καθ᾽ ὃν δὴ χρόνον μυθολογοῦσι Διόνυσον ἐπιφανέντα, καὶ διὰ τὸ κάλλος τῆς Ἀριάδνης ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον, ἔχειν αὐτὴν ὡς γυναῖκα γαμετὴν ἀγαπωμένην διαφερόντως. μετὰ γοῦν τὴν τελευτὴν αὐτῆς διὰ τὴν φιλοστοργίαν ἀθανάτων καταξιῶσαι τιμῶν, καταστερίσαντα τὸν ἐν οὐρανῷ στέφανον Ἀριάδνης. [6] τοὺς δὲ περὶ τὸν Θησέα φασὶ διὰ τὴν ἁρπαγὴν τῆς κόρης δυσφοροῦντας ἰσχυρῶς, [p. 495] καὶ διὰ τὴν λύπην ἐπιλαθομένους τῆς Αἰγέως παραγγελίας, τοῖς μέλασιν ἱστίοις καταπλεῖν εἰς τὴν Ἀττικήν. [7] Αἰγέα δὲ θεασάμενον τὸν κατάπλουν, καὶ δόξαντα τεθνηκέναι τὸν υἱόν, ἡρωικὴν ἅμα πρᾶξιν καὶ συμφορὰν ἐπιτελέσασθαι: ἀναβάντα γὰρ εἰς τὴν ἀκρόπολιν, καὶ διὰ τὴν ὑπερβολὴν τῆς λύπης προσκόψαντα τῷ ζῆν, ἑαυτὸν κατακρημνίσαι. [8] μετὰ δὲ τὴν Αἰγέως τελευτὴν Θησεὺς διαδεξάμενος τὴν βασιλείαν ἦρχε τοῦ πλήθους νομίμως καὶ πολλὰ πρὸς αὔξησιν τῆς πατρίδος ἔπραξεν. ἐπιφανέστατον δὲ συνετελέσθη τὸ τοὺς δήμους, ὄντας μικροὺς μὲν τοῖς μεγέθεσι, πολλοὺς δὲ τὸν ἀριθμόν, μεταγαγεῖν εἰς τὰς Ἀθήνας: [9] ἀπὸ γὰρ τούτων τῶν χρόνων Ἀθηναῖοι διὰ τὸ βάρος τῆς πόλεως φρονήματος ἐνεπίμπλαντο καὶ τῆς τῶν Ἑλλήνων ἡγεμονίας ὠρέχθησαν. ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες τὰ λειπόμενα τῶν περὶ Θησέα γενομένων ἀναγράψομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: