previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] ἀλλ᾽, Κυνίσκε, τὸ ἀΐδιον τοῦτο καὶ ἄπειρον εὔδαιμον ἡμῖν ἐστι καὶ ἐν ἅπασιν ἀγαθοῖς ἡμεῖς βιοῦμεν.

Κυνίσκος
οὐχ ἅπαντες, Ζεῦ, ἀλλὰ διώρισται καὶ παρ᾽ ὑμῖν τὸ πρᾶγμα καὶ πολλὴ ταραχὴ ἔνεστι: σὺ μὲν γὰρ εὐδαίμων, βασιλεὺς γάρ, καὶ δύνασαι ἀνασπᾶν τὴν γῆν καὶ τὴν θάλασσαν ὥσπερ ἱμονιὰν καθείς: δὲ Ἥφαιστος χωλός ἐστι, βαναυσός τις καὶ πυρίτης τὴν τέχνην Προμηθεὺς δὲ καὶ ἀνεσκολοπίσθη ποτέ. τὸν γὰρ πατέρα σου τί ἂν λέγοιμι, πεδήτην ἔτι ἐν τῷ Ταρτάρῳ ὄντα; καὶ ἐρᾶν δὲ ὑμᾶς φασι καὶ τιτρώσκεσθαι καὶ δουλεύειν ἐνίοτε παρὰ τοῖς ἀνθρώποις, ὥσπερ ἀμέλει καὶ τὸν σὸν ἀδελφὸν παρὰ Λαομέδοντι καὶ παρ᾽ Ἀδμήτῳ τὸν Ἀπόλλω. ταῦτα δέ μοι οὐ πάνυ εὐδαίμονα δοκεῖ, ἀλλ᾽ ἐοίκασιν ὑμῶν οἱ μέν τινες εὐτυχεῖς τε καὶ εὔμοιροι εἶναι, οἱ δὲ ἔμπαλιν ἐῶ γὰρ λέγειν, ὅτι καὶ λῃστεύεσθε ὥσπερ ἡμεῖς καὶ περισυλᾶσθε ὑπὸ τῶν ἱεροσύλων καὶ ἐκ πλουσιωτάτων πενέστατοι ἐν ἀκαρεῖ γίγνεσθε: πολλοὶ [p. 72] δὲ καὶ κατεχωνεύθησαν ἤδη χρυσοῖ ἀργυροῖ ὄντες, οἷς τοῦτο εἵμαρτο δηλαδή.

Ζεύς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: