Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες
εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ
[p. 462]
τὸ πρᾶγμα οὐδὲ ὁ κίνδυνος εὐκαταφρόνητος. ὦτα γὰρ καὶ ὀφθαλμοὶ βασιλέως πολλοί, οὐ μόνον τἀληθῆ ὁρῶντες, ἀλλ᾽ ἀεί τι καὶ
προσεπιμετροῦντες, ὡς μὴ νυστάζειν δοκοῖεν. δεῖ οὖν ὥσπερ
ἐν τοῖς Περσικοῖς δείπνοις κάτω νεύοντα κατακεῖσθαι, δεδιότα μή τις εὐνοῦχός σε ἴδῃ προσβλέψαντα μιᾷ, τῶν παλλακίδων, ἐπεὶ ἄλλος γε
εὐνοῦχος ἐντεταμένον πάλαι τὸ τόξον ἔχων ἃ
μὴ θέμις ὁρῶντα ἕτοιμος κολάσαι διαπείρας τῷ οἰστῷ μεταξὺ πίνοντος τὴν γνάθον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.