Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφ᾽ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν,
ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ
τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν: εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν,
ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ
αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.