This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
[13]
πίνωμεν οὖν,’ ἦ δ᾽ ὃς ὁ Μεγαλώνυμος, ‘καὶ
γὰρ καὶ λάγυνον τουτονὶ παρηβηκότος ἥκω ὑμῖν κομίζων καὶ τυροῦ τροφαλίδας ^ καὶ ἐλαίας χαμαιπετεῖς — φυλάττω δ᾽ αὐτὰς ὑπὸ σφραγῖσιν
θριπηδέστοις — καὶ ἄλλας ἐλαίας νευστὰς καὶ πήλινα
[p. 312]
ταυτὶ ποτήρια, ὀξυόστρακα, εὐπυνδάκωτα, ὡς
ἐξ αὐτῶν πίνοιμεν, καὶ πλακοῦντα ἐξ ἐντέρων
κρωβυλώδη τὴν πλοκήν. σὺ δ᾽, ὦ παῖ, πλέον μοι τοῦ
ὕδατος ἔγχει, ὡς μὴ καραιβαρεῖν ἀρξαίμην κᾆτά σοι τὸν παιδοβοσκὸν καλῶ ἐπὶ σέ: ἴστε γὰρ ὡς ὀδυνῶμαι καὶ διέμπιλον ἔχω τὴν κεφαλήν. μετὰ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.