next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τί σοι πρώτον, φιλότης, τί ὕστατον, φασί, . καταλέξω τούτων πάσχειν ποιεῖν ἀνάγκη τοὺς ἐπὶ μισθῷ συνόντας κἀν ταῖς τῶν εὐδαιμόνων τούτων φιλίαις ἐξεταζομένουςεἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν; οἶδα γὰρ πολλὰ καὶ σχεδὸν τὰ πλεῖστα τῶν συμβαινόντων αὐτοῖς, οὐκ αὐτὸς μὰ Δία τοῦ τοιούτου πειραθείς, οὐ γὰρ ἐν ἀνάγκῃ; μοι πεῖρα ἐγεγένητο, μηδέ, θεοί, γένοιτο: ἀλλὰ πολλοὶ τῶν εἰς τὸν βίον τοῦτον ἐμπεπτωκότων ἐξηγόρευον πρός με, οἱ μὲν ἔτι ἐν τῷ κακῷ ὄντες, ἀποδυρόμενοι ὁπόσα καὶ ὁποῖα ἔπασχον, οἱ δὲ ὥσπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδράντες οὐκ ἀηδῶς μνημονεύοντες ὧν ἐπεπόνθεσαν ἀλλὰ γὰρ εὐφραίνοντο ἀναλογιζόμενοι οἵων ἀπηλλάγησαν.

ἀξιοπιστότεροι δὲ ἦσαν οὗτοι διὰ πάσης, ὡς εἰπεῖν, τῆς τελετῆς διεξεληλυθότες καὶ πάντα ἐξ ἀρχῆς εἰς τέλος ἐποπτεύσαντες. οὐ παρέργως οὖν οὐδὲ ἀμελῶς ἐπήκουον αὐτῶν καθάπερ ναυαγίαν τινὰ καὶ σωτηρίαν αὐτῶν παράλογον διηγουμένων, οἷοὶ εἰσιν οἱ πρὸς τοῖς ἱεροῖς ἐξυρημένοι τὰς κεφαλὰς συνάμα πολλοὶ τὰς τρικυμίας καὶ ζάλας καὶ ἀκρωτήρια καὶ ἐκβολὰς καὶ ἱστοῦ [p. 414] κλάσεις καὶ πηδαλίων ἀποκαυλίσεις διεξιόντες, ἐπὶ πᾶσι δὲ τοὺς Διοσκούρους ἐπιφαινομένους, — οἰκεῖοι γὰρ τῆς τοιαύτης τραγῳδίας οὗτοί γε τιν᾽ ἄλλον ἐκ μηχανῆς θεὸν ἐπὶ τῷ καρχησίῳ καθεζόμενον πρὸς τοῖς πηδαλίοις ἑστῶτα καὶ πρός τινα ᾐόνα μαλακὴν ἀπευθύνοντα τὴν ναῦν, οἷ προσενεχθεῖσα ἔμελλεν αὐτὴ μὲν ἠρέμα καὶ κατὰ σχολὴν διαλυθήσεσθαι, αὐτοὶ δὲ ἀσφαλῶς ἀποβήσεσθαι χάριτι καὶ εὐμενείᾳ τοῦ θεοῦ. ἐκεῖνοι μὲν οὖν τὰ πολλὰ ταῦτα πρὸς τὴν χρείαν τὴν παραυτίκα ἐπιτραγῳδοῦσιν ὡς παρὰ πλειόνων λαμβάνοιεν, οὐ δυστυχεῖς μόνον ἀλλὰ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: