This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
θαυμαζόντων δὲ πάντων καί δακρυόντων ἐπὶ τῇ χρηστότητι καί φιλοστοργίᾳ τῆς γυναικός, ἁψαμένη τῶν πέπλων καί τῆς κόμης ἀτημελῶς ἐχόντων, ‘τοῦτο,’ εἶπεν, ‘ὦ πάτερ, ἐμοὶ τὸ σχῆμα καί τὴν ὄψιν οὐχ ὁ Κλεομβρότου περιτέθεικεν ἔλεος, ἀλλ᾽ ἀπὸ τῶν σῶν κακῶν καί τῆς σῆς φυγῆς μεμένηκέ μοι σύντροφον καί σύνοικον τὸ πένθος, πότερον οὖν δεῖ με σοῦ βασιλεύοντος ἐν Σπάρτῃ καί νικῶντος ἐγκαταβιῶναι ταύταις ταῖς συμφοραῖς, ἢ λαβεῖν ἐσθῆτα λαμπρὰν καί βασιλικήν, ἐπιδοῦσαν ὑπὸ σοῦ τὸν παρθένιον ἄνδρα φονευόμενον;
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.