previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐ μόνον δ᾽ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφ᾽ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς. [2] τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλ᾽ ὑπὸ θείου πυρὸς δυνάμεως, δἰἣν ἀσήπτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως [p. 253] ἀναθυμιάσει πνεύματος. [3] σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος. [4] διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπ᾽ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων. τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς. [5] παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημμένας: τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας: ὅπερ καὶ ἐπὶ τῆς κατ᾽ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός. [6] ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς. [7] καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ [p. 254] τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν: οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, [8] μαθητρίας γενομένας τῆς φύσεως. τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως. [9] διόπερ οὔτε Παρία λύγδος οὔτ᾽ ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν λευκότης, βαρύτατος δὲ σταθμός, δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (20 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: