previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοῖς δὲ τὴν ἐκτὸς τοῦ κόλπου παράλιον νεμομένοις πολλῷ [p. 290] τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. [2] προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλ᾽ οὐδ᾽ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν. [3] τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπ᾽ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφ᾽ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων. [4] καὶ τρίτος δὲ Πτολεμαῖος, φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν: οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας. [5] καθόλου δ᾽ ἀποφαίνεται μήτ᾽ εἰς σύλλογον [p. 291] ἔρχεσθαι πρὸς τοὺς ἀλλοεθνεῖς, μήτε τὸ ξένον τῆς ὄψεως τῶν προσπλεόντων κινεῖν τοὺς ἐγχωρίους, ἀλλ᾽ ἐμβλέποντας ἀτενῶς ἀπαθεῖς ἔχειν καὶ ἀκινήτους τὰς αἰσθήσεις, ὡς ἂν μηδενὸς παρόντος. οὔτε γὰρ ξίφος σπασαμένου τινὸς καὶ καταφέροντος ὑπεξέφυγον, οὔθ᾽ ὕβριν οὐδὲ πληγὰς ὑπομένοντες ἠρεθίζοντο, τό τε πλῆθος οὐ συνηγανάκτει τοῖς πάσχουσιν, ἀλλ᾽ ἐνίοτε τέκνων γυναικῶν σφαττομένων ἐν ὀφθαλμοῖς ἀπαθεῖς ταῖς διαθέσεσιν ἔμενον, οὐδεμίαν ἔμφασιν ὀργῆς πάλιν ἐλέου διδόντες. [6] καθόλου δὲ τοῖς ἐκπληκτικωτάτοις δεινοῖς περιπίπτοντες ἠρεμαῖοι διέμενον, βλέποντες μὲν ἀτενῶς εἰς τὰ συντελούμενα, ταῖς δὲ κεφαλαῖς παρ᾽ ἕκαστα διανεύοντες. διὸ καί φασιν αὐτοὺς διαλέκτῳ μὲν μὴ χρῆσθαι, μιμητικῇ δὲ δηλώσει διὰ τῶν χειρῶν διασημαίνειν ἕκαστα τῶν πρὸς τὴν χρείαν ἀνηκόντων. [7] καὶ τὸ πάντων θαυμασιώτατον, φῶκαι τοῖς γένεσι τούτοις συνδιατρίβουσαι θήραν ποιοῦνται τῶν ἰχθύων καθ᾽ αὑτὰς παραπλησίως ἀνθρώποις. ὁμοίως δὲ καὶ περὶ τὰς κοίτας καὶ τὴν τῶν γεννηθέντων ἀσφάλειαν μεγίστῃ πίστει τὰ γένη χρῆσθαι ταῦτα πρὸς ἄλληλα: χωρὶς γὰρ ἀδικήματος ἀλλοφύλοις ζῴοις συναναστροφὴ γίνεται μετ᾽ εἰρήνης καὶ πάσης εὐλαβείας. οὗτος μὲν οὖν βίος, καίπερ ὢν παράδοξος, ἐκ παλαιῶν χρόνων τετήρηται τοῖς γένεσι τούτοις, εἴτε [p. 292] ἐθισμῷ διὰ τὸν χρόνον εἴτε ἀναγκαίᾳ χρείᾳ διὰ τὸ κατεπεῖγον ἡρμοσμένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: