previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τελέσας δὲ τοῦτον τὸν ἆθλον τὸν Ὀλυμπικὸν ἀγῶνα συνεστήσατο, κάλλιστον τῶν τόπων πρὸς τηλικαύτην πανήγυριν προκρίνας τὸ παρὰ τὸν Ἀλφειὸν ποταμὸν πεδίον, ἐν τὸν ἀγῶνα τοῦτον τῷ Διὶ τῷ πατρίῳ καθιέρωσε. στεφανίτην δ᾽ αὐτὸν ἐποίησεν, ὅτι καὶ αὐτὸς εὐηργέτησε τὸ γένος τῶν ἀνθρώπων οὐδένα λαβὼν μισθόν. [2] τὰ δ᾽ ἀθλήματα πάντα αὐτὸς ἀδηρίτως ἐνίκησε, μηδενὸς τολμήσαντος αὐτῷ συγκριθῆναι διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς, καίπερ τῶν ἀθλημάτων ἐναντίων ἀλλήλοις ὄντων: τὸν γὰρ πύκτην παγκρατιαστὴν τοῦ σταδιέως δύσκολον περιγενέσθαι, καὶ πάλιν τὸν ἐν τοῖς κούφοις ἀθλήμασι πρωτεύοντα καταγωνίσασθαι τοὺς ἐν [p. 418] τοῖς βαρέσιν ὑπερέχοντας δυσχερὲς κατανοῆσαι. διόπερ εἰκότως ἐγένετο τιμιώτατος ἁπάντων τῶν ἀγώνων οὗτος, τὴν ἀρχὴν ἀπ᾽ ἀγαθοῦ λαβών. [3] οὐκ ἄξιον δὲ παραλιπεῖν οὐδὲ τὰς ὑπὸ τῶν θεῶν αὐτῷ δοθείσας δωρεὰς διὰ τὴν ἀρετήν. ἀπὸ γὰρ τῶν πολέμων τραπέντος αὐτοῦ πρὸς ἀνέσεις τε καὶ πανηγύρεις, ἔτι δ᾽ ἑορτὰς καὶ ἀγῶνας, ἐτίμησαν αὐτὸν δωρεαῖς οἰκείαις ἕκαστος τῶν θεῶν, Ἀθηνᾶ μὲν πέπλῳ, Ἥφαιστος δὲ ῥοπάλῳ καὶ θώρακι: καὶ πρὸς ἀλλήλους ἐφιλοτιμήθησαν οἱ προειρημένοι θεοὶ κατὰ τὰς τέχνας, τῆς μὲν πρὸς εἰρηνικὴν ἀπόλαυσιν καὶ τέρψιν, τοῦ δὲ πρὸς τὴν τῶν πολεμικῶν κινδύνων ἀσφάλειαν. τῶν δ᾽ ἄλλων Ποσειδῶν μὲν ἵππους ἐδωρήσατο, Ἑρμῆς δὲ ξίφος, Ἀπόλλων δὲ τόξον τε ἔδωκε καὶ τοξεύειν ἐδίδαξε, Δημήτηρ δὲ πρὸς τὸν καθαρμὸν τοῦ Κενταύρων φόνου τὰ μικρὰ μυστήρια συνεστήσατο, τὸν Ἡρακλέα τιμῶσα. [4] ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ θεοῦ τούτου συντελεσθῆναι. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δ᾽ Ἀλκμήνῃ: ταύτην δ᾽ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυθογράφοι γενεαλογοῦσιν: ὥστε τοῦ γεννᾶν ἀνθρώπους ἐκ μὲν τῶν ταύτης ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν: ἐν ταύτῃ γὰρ τὰς πρὸς θνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήθη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: