previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας, συνεστήσατο στόλον ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν. [2] διεβεβόητο [p. 422] γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην ὅτι Χρυσάωρ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δ᾽ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σώματων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων: ὧν δὴ χάριν μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν, προσετετάχει τὸν προειρημένον ἆθλον. [3] δ᾽ Ἡρακλῆς ἀκολούθως ταῖς προκατειργασμέναις πράξεσι τεθαρρηκότως ὑπέστη τοὺς κινδύνους. καὶ τὰς μὲν δυνάμεις ἤθροισεν εἰς Κρήτην, κεκρικὼς ἐκ ταύτης ποιεῖσθαι τὴν ὁρμήν: σφόδρα γὰρ εὐφυῶς νῆσος αὕτη κεῖται πρὸς τὰς ἐφ᾽ ὅλην τὴν οἰκουμένην στρατείας. πρὸ δὲ τῆς ἀναγωγῆς τιμηθεὶς ὑπὸ τῶν ἐγχωρίων μεγαλοπρεπῶς, καὶ βουλόμενος τοῖς Κρησὶ χαρίσασθαι, καθαρὰν ἐποίησε τὴν νῆσον τῶν θηρίων. διόπερ ἐν τοῖς ὕστερον χρόνοις οὐδὲν ἔτι τῶν ἀγρίων ζῴων ὑπῆρχεν ἐν τῇ νήσῳ, οἷον ἄρκτων, λύκων, ὄφεων τῶν ἄλλων τῶν τοιούτων. ταῦτα δ᾽ ἔπραξεν ἀποσεμνύνων τὴν νῆσον, ἐν μυθολογοῦσι καὶ γενέσθαι καὶ τραφῆναι τὸν Δία. [4] ποιησάμενος οὖν τὸν ἐκ ταύτης πλοῦν κατῆρεν εἰς τὴν Λιβύην, καὶ πρῶτον μὲν Ἀνταῖον τὸν ῥώμῃ σώματος καὶ παλαίστρας ἐμπειρίᾳ διαβεβοημένον καὶ τοὺς ὑπ᾽ αὐτοῦ καταπαλαισθέντας ξένους ἀποκτείναντα προκαλεσάμενος [p. 423] εἰς μάχην καὶ συμπλακεὶς διέφθειρεν. ἀκολούθως δὲ τούτοις τὴν μὲν Λιβύην πλήθουσαν ἀγρίων ζῴων, πολλὰ τῶν κατὰ τὴν ἔρημον χώραν χειρωσάμενος, ἐξημέρωσεν, ὥστε καὶ γεωργίαις καὶ ταῖς ἄλλαις φυτείαις ταῖς τοὺς καρποὺς παρασκευαζούσαις πληρωθῆναι πολλὴν μὲν ἀμπελόφυτον χώραν, πολλὴν δ᾽ ἐλαιοφόρον: καθόλου δὲ τὴν Λιβύην διὰ τὸ πλῆθος τῶν κατὰ τὴν χώραν θηρίων ἀοίκητον πρότερον οὖσαν ἐξημερώσας ἐποίησε μηδεμιᾶς χώρας εὐδαιμονίᾳ λείπεσθαι. [5] ὁμοίως δὲ καὶ τοὺς παρανομοῦντας ἀνθρώπους δυνάστας ὑπερηφάνους ἀποκτείνας τὰς πόλεις ἐποίησεν εὐδαίμονας. μυθολογοῦσι δ᾽ αὐτὸν διὰ τοῦτο μισῆσαι καὶ πολεμῆσαι τὸ γένος τῶν ἀγρίων θηρίων καὶ παρανόμων ἀνδρῶν, ὅτι παιδὶ μὲν ὄντι νηπίῳ συνέβη τοὺς ὄφεις ἐπιβούλους αὐτῷ γενέσθαι, ἀνδρωθέντι δὲ πεσεῖν ὑπ᾽ ἐξουσίαν ὑπερηφάνου καὶ ἀδίκου μονάρχου τοῦ τοὺς ἄθλους προστάττοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: