previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν: τῶν δ᾽ [p. 427] ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς κακοπαθειας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους. διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι: τῆς γὰρ κατὰ τὴν τρυφὴν ῥᾳστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ μὲν ταῖς εὐκινησίαις εἰσίν, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι. [2] καθόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων, καὶ τῆς χώρας πολλῆς ἐργασίας προσδεομένης, εἰθίκασι τὰς γυναῖκας τῶν κακοπαθειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσθαι. μισθοῦ δὲ παρ᾽ ἀλλήλοις ἐργαζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν, ἴδιόν τι καὶ παράδοξον καθ᾽ ἡμᾶς συνέβη περὶ μίαν γυναῖκα γενέσθαι. [3] ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισθοῦ, μεταξὺ συνεχομένη ταῖς ὠδῖσιν ἀπῆλθεν εἴς τινας θάμνους ἀθορύβως: ἐν οἷς τεκοῦσα, καὶ τὸ παιδίον φύλλοις ἐνειλήσασα, τοῦτο μὲν ἀπέκρυψεν, αὐτὴ δὲ συμμίξασα τοῖς ἐργαζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάθειαν, οὐδὲν δηλώσασα περὶ τοῦ συμβεβηκότος. τοῦ βρέφους δὲ κλαυθμυριζομένου, καὶ τῆς πράξεως φανερᾶς γενομένης, μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι παύσασθαι τῶν ἔργων: δ᾽ οὐ πρότερον ἀπέστη τῆς κακοπαθείας, ἕως μισθωσάμενος ἐλεήσας καὶ τὸν μισθὸν ἀποδοὺς ἀπέλυσε τῶν ἔργων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: