previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἡρακλῆς ἐκ τοῦ Φλεγραίου πεδίου κατελθὼν ἐπὶ τὴν θάλατταν κατεσκεύασεν ἔργα περὶ τὴν Ἄορνον ὀνομαζομένην λίμνην, ἱερὰν δὲ Φερσεφόνης νομιζομένην. κεῖται μὲν οὖν λίμνη μεταξὺ Μισηνοῦ καὶ Δικαιαρχείων, πλησίον τῶν θερμῶν ὑδάτων, ἔχει δὲ τὴν μὲν περίμετρον ὡς πέντε σταδίων, τὸ δὲ βάθος ἄπιστον: ἔχουσα γὰρ ὕδωρ καθαρώτατον φαίνεται τῇ χρόᾳ κυανοῦν διὰ τὴν ὑπερβολὴν τοῦ βάθους. [2] μυθολογοῦσι δὲ τὸ μὲν παλαιὸν γεγενῆσθαι νεκυομαντεῖον πρὸς αὐτῇ, τοῖς ὕστερον χρόνοις καταλελύσθαι φασίν. ἀναπεπταμένης δὲ τῆς λίμνης εἰς τὴν θάλατταν, τὸν Ἡρακλέα λέγεται τὸν μὲν ἔκρουν ἐγχῶσαι, τὴν δ᾽ ὁδὸν τὴν νῦν οὖσαν παρὰ θάλατταν κατασκευάσαι, τὴν ἀπ᾽ ἐκείνου καλουμένην Ἡρακλείαν. [3] ταῦτα μὲν οὖν ἔπραξε περὶ ἐκείνους τοὺς τόπους. ἐντεῦθεν δ᾽ ἀναζεύξας κατήντησε τῆς Ποσειδωνιατῶν χώρας πρός τινα πέτραν, πρὸς μυθολογοῦσιν ἴδιόν τι γενέσθαι καὶ παράδοξον. τῶν γὰρ ἐγχωρίων τινὰ κυνηγὸν ἐν τοῖς κατὰ τὴν θήραν ἀνδραγαθήμασι διωνομασμένον ἐν μὲν τοῖς ἔμπροσθεν χρόνοις εἰωθέναι τῶν ληφθέντων θηρίων τὰς κεφαλὰς καὶ τοὺς πόδας ἀνατιθέναι τῇ Ἀρτέμιδι καὶ προσηλοῦν τοῖς δένδρεσι, τότε δ᾽ οὖν [p. 431] ὑπερφυῆ κάπρον χειρωσάμενον καὶ τῆς θεοῦ καταφρονήσαντα εἰπεῖν ὅτι τὴν κεφαλὴν τοῦ θηρίου ἑαυτῷ ἀνατίθησι, καὶ τοῖς λόγοις ἀκολούθως ἔκ τινος δένδρου κρεμάσαι ταύτην, αὐτὸν δέ, καυματώδους περιστάσεως οὔσης, κατὰ μεσημβρίαν εἰς ὕπνον τραπῆναι: καθ᾽ ὃν δὴ χρόνον τοῦ δεσμοῦ λυθέντος αὐτομάτως πεσεῖν τὴν κεφαλὴν ἐπὶ τὸν κοιμώμενον καὶ διαφθεῖραι. [4] ἀλλὰ γὰρ οὐκ ἄν τις θαυμάσειε τὸ γεγονός, ὅτι τῆς θεᾶς ταύτης πολλαὶ περιστάσεις μνημονεύονται περιέχουσαι τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν. τῷ δ᾽ Ἡρακλεῖ διὰ τὴν εὐσέβειαν τοὐναντίον συνέβη γενέσθαι. [5] καταντήσαντος γὰρ αὐτοῦ πρὸς τὰ μεθόρια τῆς Ῥηγίνης καὶ Λοκρίδος, καὶ διὰ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον ἀναπαυομένου, φασὶν ὑπὸ τῶν τεττίγων αὐτὸν ἐνοχλούμενον εὔξασθαι τοῖς θεοῖς ἀφανεῖς γενέσθαι τοὺς ἐνοχλοῦντας αὐτόν: καὶ διὰ τοῦτο, τῶν θεῶν βεβαιωσάντων τὴν εὐχήν, μὴ μόνον κατὰ τὸ παρὸν ἀφανεῖς γενέσθαι τούτους, ἀλλὰ καὶ κατὰ τὸν ὕστερον χρόνον ἅπαντα μηδένα τέττιγα φαίνεσθαι κατὰ τὴν χώραν. [6] δ᾽ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν πορθμὸν κατὰ τὸ στενώτατον τῆς θαλάττης τὰς μὲν βοῦς ἐπεραίωσεν εἰς τὴν Σικελίαν, αὐτὸς δὲ ταύρου κέρως λαβόμενος διενήξατο τὸν πόρον, ὄντος τοῦ διαστήματος σταδίων τριῶν καὶ δέκα, ὡς Τίμαιός φησι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: