previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δ᾽ ἐγκυκλωθεὶς τὸν Ἀδρίαν καὶ πεζῇ περιελθὼν τὸν προειρημένον κόλπον κατήντησεν εἰς τὴν Ἤπειρον, ἐξ ἧς πορευθεὶς εἰς τὴν Πελοπόννησον, καὶ τετελεκὼς τὸν δέκατον ἆθλον, ἔλαβε πρόσταγμα παρ᾽ Εὐρυσθέως τὸν ἐξ ᾄδου Κέρβερον πρὸς τὸ φῶς ἀγαγεῖν. πρὸς δὲ τοῦτον τὸν ἆθλον ὑπολαβὼν συνοίσειν αὑτῷ, παρῆλθεν εἰς τὰς Ἀθήνας καὶ μετέσχε τῶν [p. 436] ἐν Ἐλευσῖνι μυστηρίων, Μουσαίου τοῦ Ὀρφέως υἱοῦ τότε προεστηκότος τῆς τελετῆς. [2] ἐπεὶ δ᾽ Ὀρφέως ἐμνήσθημεν, οὐκ ἀνοίκειόν ἐστι παρεκβάντας βραχέα περὶ αὐτοῦ διελθεῖν. οὗτος γὰρ ἦν υἱὸς μὲν Οἰάγρου, Θρᾷξ δὲ τὸ γένος, παιδείᾳ δὲ καὶ μελῳδίᾳ καὶ ποιήσει πολὺ προέχων τῶν μνημονευομένων: καὶ γὰρ ποίημα συνετάξατο θαυμαζόμενον καὶ τῇ κατὰ τὴν ᾠδὴν εὐμελείᾳ διαφέρον. ἐπὶ τοσοῦτο δὲ προέβη τῇ δόξῃ ὥστε δοκεῖν τῇ μελῳδίᾳ θέλγειν τά τε θηρία καὶ τὰ δένδρα. [3] περὶ δὲ παιδείαν ἀσχοληθεὶς καὶ τὰ περὶ τῆς θεολογίας μυθολογούμενα μαθών, ἀπεδήμησε μὲν εἰς Αἴγυπτον, κἀκεῖ πολλὰ προσεπιμαθὼν μέγιστος ἐγένετο τῶν Ἑλλήνων ἔν τε ταῖς θεολογίαις καὶ ταῖς τελεταῖς καὶ ποιήμασι καὶ μελῳδίαις. [4] συνεστρατεύσατο δὲ καὶ τοῖς Ἀργοναύταις, καὶ διὰ τὸν ἔρωτα τὸν πρὸς τὴν γυναῖκα καταβῆναι μὲν εἰς ᾄδου παραδόξως ἐτόλμησε, τὴν δὲ Φερσεφόνην διὰ τῆς εὐμελείας ψυχαγωγήσας ἔπεισε συνεργῆσαι ταῖς ἐπιθυμίαις καὶ συγχωρῆσαι τὴν γυναῖκα αὐτοῦ τετελευτηκυῖαν ἀναγαγεῖν ἐξ ᾄδου παραπλησίως τῷ Διονύσῳ: καὶ γὰρ ἐκεῖνον μυθολογοῦσιν ἀναγαγεῖν τὴν μητέρα Σεμέλην ἐξ ᾄδου, καὶ μεταδόντα τῆς ἀθανασίας Θυώνην μετονομάσαι. ἡμεῖς δ᾽ ἐπεὶ περὶ Ὀρφέως διεληλύθαμεν, μεταβησόμεθα πάλιν ἐπὶ τὸν Ἡρακλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: