previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τελέσας γὰρ τοὺς ἄθλους τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰολάῳ, διὰ τὴν περὶ τὰ τέκνα συμφορὰν ὑποπτευσάμενος τὴν ἐξ ἐκείνης παιδοποιίαν, ἑτέραν δ᾽ ἐζήτει πρὸς τέκνων γένεσιν ἀνύποπτον. διόπερ ἐμνήστευσεν Ἰόλην τὴν Εὐρύτου τοῦ δυναστεύσαντος Οἰχαλίας. [2] δ᾽ Εὔρυτος διὰ τὴν ἐκ τῆς Μεγάρας γενομένην ἀτυχίαν εὐλαβηθείς, ἀπεκρίθη βουλεύσεσθαι περὶ τοῦ γάμου. δ᾽ ἀποτυχὼν τῆς μνηστείας διὰ τὴν ἀτιμίαν ἐξήλασε τὰς ἵππους τοῦ Εὐρύτου. [3] Ἰφίτου δὲ τοῦ Εὐρύτου τὸ γεγονὸς ὑποπτεύσαντος καὶ παραγενομένου κατὰ ζήτησιν τῶν ἵππων εἰς Τίρυνθα, τοῦτον μὲν ἀναβιβάσας Ἡρακλῆς ἐπί τινα πύργον ὑψηλὸν ἐκέλευσεν ἀφορᾶν μή που νεμόμεναι τυγχάνουσιν: οὐ δυναμένου δὲ κατανοῆσαι τοῦ Ἰφίτου, φήσας αὐτὸν ψευδῶς κατῃτιᾶσθαι τὴν κλοπὴν κατεκρήμνισεν ἀπὸ τοῦ πύργου. [4] διὰ δὲ τὸν τούτου θάνατον Ἡρακλῆς νοσήσας παρῆλθεν εἰς Πύλον πρὸς Νηλέα, καὶ παρεκάλεσεν αὐτὸν καθᾶραι τὸν φόνον. μὲν οὖν Νηλεὺς βουλευσάμενος μετὰ τῶν υἱῶν ἔλαβε πάντας πλὴν Νέστορος τοῦ νεωτάτου συγκαταινοῦντας μὴ προσδέξασθαι τὸν καθαρμόν: [5] δ᾽ Ἡρακλῆς τότε μὲν παρελθὼν πρὸς Δηίφοβον τὸν Ἱππολύτου καὶ πείσας αὐτὸν ἐκαθάρθη, οὐ δυνάμενος δ᾽ ἀπολυθῆναι τῆς νόσου ἐπηρώτησε τὸν Ἀπόλλω περὶ τῆς θεραπείας. τούτου δὲ χρήσαντος ὅτι ῥᾷον οὕτως ἀπολυθήσεται τῆς νόσου, εἰ πραθεὶς [p. 445] δικαίως τὴν ἑαυτοῦ τιμὴν ἀποδοίη τοῖς Ἰφίτου παισίν, ἀναγκαζόμενος πείθεσθαι ὑπὸ τῆς νόσου τῷ χρησμῷ μετά τινων φίλων ἔπλευσεν εἰς τὴν Ἀσίαν. ἐκεῖ δ᾽ ὑπομείνας ἑκουσίως ὑπό τινος τῶν φίλων ἐπράθη, καὶ παρθένου δοῦλος ἐγένετο Ὀμφάλης τῆς Ἰαρδάνου, βασιλευούσης τῶν τότε Μαιόνων, νῦν δὲ Λυδῶν ὀνομαζομένων. [6] καὶ τὴν μὲν τιμὴν ἀποδόμενος τὸν Ἡρακλέα τοῖς Ἰφίτου παισὶν ἀπέδωκε κατὰ τὸν χρησμόν, δ᾽ Ἡρακλῆς ὑγιασθεὶς καὶ δουλεύων τῇ Ὀμφάλῃ τοὺς κατὰ τὴν χώραν λῃστεύοντας ἐκόλασε. [7] τοὺς μὲν γὰρ ὀνομαζομένους Κέρκωπας, λῃστεύοντας καὶ πολλὰ κακὰ διεργαζομένους, οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ζωγρήσας δεδεμένους παρέδωκε τῇ Ὀμφάλῃ: Συλέα δὲ τοὺς παριόντας ξένους συναρπάζοντα καὶ τοὺς ἀμπελῶνας σκάπτειν ἀναγκάζοντα τῷ σκαφείῳ πατάξας ἀπέκτεινεν: Ἰτώνων δὲ λεηλατούντων πολλὴν τῆς ὑπὸ Ὀμφάλῃ χώρας, τήν τε λείαν ἀφείλετο καὶ τὴν πόλιν, ἐξ ἧς ἐποιοῦντο τὴν ὁρμήν, ἐκπορθήσας ἐξηνδραποδίσατο καὶ κατέσκαψεν. [8] δ᾽ Ὀμφάλη ἀποδεχομένη τὴν ἀνδρείαν τὴν Ἡρακλέους, καὶ πυθομένη τίς ἐστι καὶ τίνων, ἐθαύμασε τὴν ἀρετήν, ἐλεύθερον δ᾽ ἀφεῖσα καὶ συνοικήσασα αὐτῷ Λάμον ἐγέννησε. προϋπῆρχε δὲ τῷ Ἡρακλεῖ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόδαιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: