previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος εἰς τὸ ἐν Δελφοῖς ἱερὸν παρανενομηκέναι, στρατεύσας μετὰ Μηλιέων τόν τε βασιλέα τῶν Δρυόπων ἀνεῖλε καὶ τοὺς ἄλλους ἐκ τῆς χώρας ἐξαναστήσας Μηλιεῦσι παρέδωκε τὴν χώραν: τὴν δὲ Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν. ἐτέκνωσε δὲ καὶ ἐκ τῆς Δηιανείρας νεωτέρους τοῦ Ὕλλου υἱοὺς δύο, [2] Γληνέα καὶ Ὁδίτην. τῶν δ᾽ ἐκπεσόντων Δρυόπων οἱ μὲν εἰς τὴν Εὔβοιαν καταντήσαντες ἔκτισαν πόλιν Κάρυστον, οἱ δ᾽ εἰς Κύπρον τὴν νῆσον πλεύσαντες καὶ τοῖς ἐγχωρίοις ἀναμιχθέντες ἐνταῦθα κατῴκησαν, οἱ δὲ λοιποὶ τῶν Δρυόπων καταφυγόντες ἐπὶ τὸν Εὐρυσθέα βοηθείας ἔτυχον διὰ τὴν ἔχθραν τὴν [p. 455] πρὸς Ἡρακλέα: τούτου γὰρ αὐτοῖς συνεργοῦντος τρεῖς πόλεις ᾤκισαν ἐν Πελοποννήσῳ, Ἀσίνην καὶ Ἑρμιόνην, ἔτι δ᾽ Ἠιόνα. [3] μετὰ δὲ τὴν Δρυόπων ἀνάστασιν, πολέμου συνεστῶτος τοῖς Δωριεῦσι τοῖς τὴν Ἑστιαιῶτιν καλουμένην οἰκοῦσιν, ὧν ἐβασίλευεν Αἰγίμιος, καὶ τοῖς Λαπίθαις τοῖς περὶ τὸν Ὄλυμπον ἱδρυμένοις, ὧν ἐδυνάστευε Κόρωνος Καινέως, ὑπερεχόντων δὲ τῶν Λαπιθῶν πολὺ ταῖς δυνάμεσιν, οἱ Δωριεῖς κατέφυγον ἐπὶ τὸν Ἡρακλέα, καὶ σύμμαχον αὐτὸν ἐκάλεσαν ἐπὶ τρίτῳ μέρει τῆς Δωρίδος χώρας καὶ τῆς βασιλείας: πείσαντες δὲ κοινῇ τὴν ἐπὶ τοὺς Λαπίθας στρατείαν ἐποιήσαντο. δ᾽ Ἡρακλῆς ἔχων ἀεὶ τοὺς μεθ᾽ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας, καὶ μετὰ τούτων χειρωσάμενος τοὺς Λαπίθας, αὐτόν τε τὸν βασιλέα Κόρωνον ἀνεῖλε καὶ τῶν ἄλλων τοὺς πλείστους κατακόψας ἠνάγκασεν ἐκχωρῆσαι τῆς ἀμφισβητησίμου χώρας. [4] τούτων δὲ πραχθέντων, Αἰγιμίῳ μὲν τὸ ἐπιβάλλον τῆς χώρας τρίτον μέρος παρέθετο καὶ παρεκελεύσατο φυλάττειν τοῖς ἀπ᾽ αὐτοῦ: ἐπανιὼν δ᾽ εἰς Τραχῖνα, καὶ προκληθεὶς ὑπὸ Κύκνου τοῦ Ἄρεος, τοῦτον μὲν ἀπέκτεινεν, ἐκ δὲ τῆς Ἰτώνου πορευόμενος καὶ διὰ τῆς Πελασγιώτιδος γῆς βαδίζων Ὀρμενίῳ τῷ βασιλεῖ συνέμιξεν, οὗ τὴν θυγατέρα ἐμνήστευεν Ἀστυδάμειαν: οὐ προσέχοντος δ᾽ αὐτοῦ διὰ τὸ ἔχειν αὐτὸν γαμετὴν Δηιάνειραν τὴν Οἰνέως, στρατεύσας ἐπ᾽ αὐτὸν τήν τε πόλιν εἷλε καὶ τὸν ἀπειθοῦντα βασιλέα [p. 456] ἀπέκτεινε, τὴν δ᾽ Ἀστυδάμειαν αἰχμάλωτον λαβών, [5] καὶ μιγεὶς αὐτῇ, Κτήσιππον υἱὸν ἐγέννησε. ταῦτα δὲ διαπραξάμενος ἐστράτευσεν εἰς τὴν Οἰχαλίαν ἐπὶ τοὺς Εὐρύτου παῖδας, ὅτι τὴν Ἰόλην μνηστεύσας ἀπέτυχε: συναγωνιζομένων δ᾽ αὐτῷ τῶν Ἀρκάδων, τήν τε πόλιν εἷλε καὶ τοὺς Εὐρύτου παῖδας ἀπέκτεινε, Τοξέα καὶ Μολίονα καὶ Κλυτίον. λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον ἀπῆλθε τῆς Εὐβοίας ἐπὶ τὸ ἀκρωτήριον τὸ καλούμενον Κηναῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 54
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 7.90
  • Cross-references to this page (10):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: