previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διόπερ ὡς ἥρωι ποιήσαντες ἁγισμοὺς καὶ χώματα κατασκευάσαντες ἀπηλλάγησαν εἰς Τραχῖνα. μετὰ δὲ τούτους Μενοίτιος Ἄκτορος υἱός, φίλος ὢν Ἡρακλεῖ, κάπρον καὶ ταῦρον καὶ κριὸν θύσας ὡς ἥρωι κατέδειξε κατ᾽ ἐνιαυτὸν ἐν Ὀποῦντι θύειν καὶ τιμᾶν ὡς ἥρωα τὸν Ἡρακλέα. τὸ παραπλήσιον δὲ καὶ τῶν Θηβαίων ποιησάντων, Ἀθηναῖοι πρῶτοι τῶν ἄλλων ὡς θεὸν ἐτίμησαν θυσίαις τὸν Ἡρακλέα, [p. 458] καὶ τοῖς ἄλλοις ἀνθρώποις παράδειγμα τὴν ἑαυτῶν εἰς τὸν θεὸν εὐσέβειαν ἀποδείξαντες προετρέψαντο τὸ μὲν πρῶτον ἅπαντας Ἕλληνας, μετὰ δὲ ταῦτα καὶ τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους ἅπαντας ὡς θεὸν τιμᾶν τὸν Ἡρακλέα. [2] προσθετέον δ᾽ ἡμῖν τοῖς εἰρημένοις ὅτι μετὰ τὴν ἀποθέωσιν αὐτοῦ Ζεὺς Ἥραν μὲν ἔπεισεν υἱοποιήσασθαι τὸν Ἡρακλέα καὶ τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον μητρὸς εὔνοιαν παρέχεσθαι, τὴν δὲ τέκνωσιν γενέσθαι φασὶ τοιαύτην: τὴν Ἥραν ἀναβᾶσαν ἐπὶ κλίνην καὶ τὸν Ἡρακλέα προσλαβομένην πρὸς τὸ σῶμα διὰ τῶν ἐνδυμάτων ἀφεῖναι πρὸς τὴν γῆν, μιμουμένην τὴν ἀληθινὴν γένεσιν: ὅπερ μέχρι τοῦ νῦν ποιεῖν τοὺς βαρβάρους ὅταν θετὸν υἱὸν ποιεῖσθαι βούλωνται. [3] τὴν δ᾽ Ἥραν μετὰ τὴν τέκνωσιν μυθολογοῦσι συνοικίσαι τὴν Ἥβην τῷ Ἡρακλεῖ, περὶ ἧς καὶ τὸν ποιητὴν τεθεικέναι κατὰ τὴν Νεκυίαν εἴδωλον, αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. [4] τὸν δ᾽ οὖν Ἡρακλέα λέγουσι καταλεγόμενον ὑπὸ τοῦ Διὸς εἰς τοὺς δώδεκα θεοὺς μὴ προσδέξασθαι τὴν τιμὴν ταύτην: ἀδύνατον γὰρ ἦν τοῦτον καταλεχθῆναι μὴ πρότερον ἑνὸς τῶν δώδεκα θεῶν ἐκβληθέντος: ἄτοπον οὖν εἶναι προσδέξασθαι τιμὴν ἑτέρῳ θεῷ φέρουσαν ἀτιμίαν. περὶ μὲν οὖν Ἡρακλέους εἰ καὶ πεπλεονάκαμεν, ἀλλ᾽ οὖν οὐδὲν τῶν μυθολογουμένων περὶ αὐτοῦ [p. 459]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: