previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς δὲ τῶν ἀριστέων ἀνακομιδῆς ἀγνοουμένης [p. 474] ἔτι κατὰ τὴν Θετταλίαν, φασὶ προσπεσεῖν φήμην ὅτι πάντες οἱ μετὰ Ἰάσονος στρατεύσαντες ἐν τοῖς κατὰ τὸν Πόντον τόποις ἀπολώλασι. διόπερ τὸν Πελίαν καιρὸν ἔχειν ὑπολαμβάνοντα τοὺς ἐφέδρους τῆς βασιλείας πάντας ἄρδην ἀνελεῖν, τὸν μὲν πατέρα τὸν Ἰάσονος ἀναγκάσαι πιεῖν αἷμα ταύρου, τὸν δ᾽ ἀδελφὸν Πρόμαχον, παῖδα τὴν ἡλικίαν ὄντα, [2] φονεῦσαι. Ἀμφινόμην δὲ τὴν μητέρα μέλλουσαν ἀναιρεῖσθαί φασιν ἔπανδρον καὶ μνήμης ἀξίαν ἐπιτελέσασθαι πρᾶξιν: καταφυγοῦσαν γὰρ ἐπὶ τὴν ἑστίαν τοῦ βασιλέως καὶ καταρασαμένην παθεῖν αὐτὸν ἄξια τῶν ἀσεβημάτων, ξίφει πατάξασαν ἑαυτῆς τὸ στῆθος ἡρωικῶς καταστρέψαι τὸν βίον. [3] τὸν δὲ Πελίαν τούτῳ τῷ τρόπῳ πᾶσαν τὴν Ἰάσονος συγγένειαν. ἄρδην ἀνελόντα ταχὺ τὴν προσήκουσαν τοῖς ἀσεβήμασι κομίσασθαι τιμωρίαν. τὸν γάρ Ἰάσονα καταπλεύσαντα νυκτὸς τῆς Θετταλίας εἰς ὅρμον οὐ μακρὰν μὲν τῆς Ἰωλκοῦ κείμενον, ἀθεώρητον δὲ τοῖς ἐκ τῆς πόλεως, μαθεῖν παρά τινος τῶν κατὰ τὴν χώραν τὰ γενόμενα περὶ τοὺς συγγενεῖς ἀτυχήματα. [4] πάντων δὲ τῶν ἀριστέων ἑτοίμων ὄντων βοηθεῖν τῷ Ἰάσονι καὶ πάντα κίνδυνον ἀναδέχεσθαι, περὶ τῆς ἐπιθέσεως ἐμπεσεῖν αὐτοῖς ἀμφισβήτησιν: τοὺς μὲν γὰρ συμβουλεύειν παραχρῆμα βιασαμένους εἰς τὴν πόλιν ἀπροσδοκήτως ἐπιθέσθαι τῷ βασιλεῖ, τινὰς δ᾽ ἀποφαίνεσθαι δεῖν στρατιώτας ἀπὸ τῆς ἰδίας πατρίδος ἕκαστον συλλέξαντα κοινὸν ἄρασθαι πόλεμον: ἀδύνατον γὰρ εἶναι πεντήκοντα [p. 475] καὶ τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντος καὶ πόλεις ἀξιολόγους. [5] τοιαύτης δ᾽ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δἰ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλῳ καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως. [6] ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθ᾽ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης: καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ δι᾽ αὐτῶν ἀμυνεῖσθαι ῥᾳδίως τοὺς ἀξίους τιμωρίας. [7] προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: