previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δευκαλίων πρεσβύτατος τῶν Μίνωος παίδων, δυναστεύων τῆς Κρήτης καὶ ποιησάμενος πρὸς Ἀθηναίους συμμαχίαν, συνῴκισε τὴν ἰδίαν ἀδελφὴν Φαίδραν Θησεῖ. μετὰ δὲ τὸν γάμον Ἱππόλυτον μὲν τὸν ἐκ τῆς Ἀμαζονίδος γενόμενον υἱὸν ἔπεμψεν εἰς Τροιζῆνα τρέφεσθαι παρὰ τοῖς Αἴθρας ἀδελφοῖς, ἐκ δὲ Φαίδρας Ἀκάμαντα καὶ Δημοφῶντα ἐγέννησε. [2] μικρὸν δ᾽ ὕστερον Ἱππολύτου ἐπανελθόντος εἰς τὰς Ἀθήνας πρὸς τὰ μυστήρια, Φαίδρα διὰ τὸ κάλλος ἐρασθεῖσα αὐτοῦ τότε μὲν ἀπελθόντος εἰς Τροιζῆνα [p. 496] ἱδρύσατο ἱερὸν Ἀφροδίτης παρὰ τὴν ἀκρόπολιν, ὅθεν ἦν καθορᾶν τὴν Τροιζῆνα, ὕστερον δὲ παρὰ τῷ Πιτθεῖ μετὰ τοῦ Θησέως καταλύσασα ἠξίου τὸν Ἱππόλυτον μιγῆναι αὐτῇ. ἀντειπόντος δ᾽ ἐκείνου φασὶ τὴν Φαίδραν ἀγανακτῆσαι, καὶ ἐπανελθοῦσαν εἰς τὰς Ἀθήνας εἰπεῖν τῷ Θησεῖ διότι ἐπεβάλετο Ἱππόλυτος αὐτῇ μιγῆναι. [3] Θησέως δὲ διστάζοντος περὶ τῆς διαβολῆς, καὶ τὸν Ἱππόλυτον μεταπεμπομένου πρὸς τὸν ἔλεγχον, Φαίδρα μὲν φοβηθεῖσα τὸν ἐξετασμὸν ἀνεκρέμασεν ἑαυτήν, Ἱππόλυτος δ᾽ ἁρματηλατῶν, ὡς ἤκουσε τὰ περὶ τῆς διαβολῆς, συνεχύθη τὴν ψυχήν, καὶ διὰ τοῦτο τῶν ἵππων ταραχθέντων καὶ ἐπισπασαμένων αὐτὸν ταῖς ἡνίαις, συνέβη τὸν μὲν δίφρον συντριβῆναι, τὸ δὲ μειράκιον ἐμπλακὲν τοῖς ἱμᾶσιν ἑλκυσθῆναι καὶ τελευτῆσαι. [4] Ἱππόλυτος μὲν οὖν διὰ σωφροσύνην τὸν βίον καταστρέψας παρὰ Τροιζηνίοις ἔτυχεν ἰσοθέων τιμῶν, Θησεὺς δὲ μετὰ ταῦτα καταστασιασθεὶς καὶ φυγὼν ἐκ τῆς πατρίδος ἐπὶ τῆς ξένης ἐτελεύτησεν. οἱ δ᾽ Ἀθηναῖοι μεταμεληθέντες τά τε ὀστᾶ μετήνεγκαν καὶ τιμαῖς ἰσοθέοις ἐτίμησαν αὐτόν, καὶ τέμενος ἄσυλον ἐποίησαν ἐν ταῖς Ἀθήναις τὸ προσαγορευόμενον ἀπ᾽ ἐκείνου Θησεῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: