previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτων δ᾽ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ. μυθολογοῦσι τοίνυν Ἀσκληπιὸν Ἀπόλλωνος υἱὸν ὑπάρχειν καὶ Κορωνίδος, φύσει δὲ καὶ ἀγχινοίᾳ διενεγκόντα ζηλῶσαι τὴν ἰατρικὴν ἐπιστήμην, καὶ πολλὰ τῶν συντεινόντων πρὸς ὑγίειαν ἀνθρώπων ἐξευρεῖν. ἐπὶ τοσοῦτο δὲ προβῆναι τῇ δόξῃ ὥστε πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν, καὶ διὰ τοῦτο πολλοὺς δοκεῖν τῶν τετελευτηκότων ποιεῖν πάλιν ζῶντας. [2] διὸ καὶ τὸν μὲν Ἅιδην μυθολογοῦσιν ἐγκαλοῦντα τῷ Ἀσκληπιῷ κατηγορίαν αὐτοῦ ποιήσασθαι πρὸς τὸν Δία ὡς τῆς ἐπαρχίας αὐτοῦ ταπεινουμένης: ἐλάττους γὰρ ἀεὶ γίνεσθαι τοὺς τετελευτηκότας, θεραπευομένους ὑπὸ [p. 511] τοῦ Ἀσκληπιοῦ. [3] καὶ τὸν μὲν Δία παροξυνθέντα καὶ κεραυνώσαντα τὸν Ἀσκληπιὸν διαφθεῖραι, τὸν δ᾽ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τούτου παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας: ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρ᾽ ἀνθρώπῳ, καὶ ταύτην τιμωρίαν λαβεῖν παρ᾽ αὐτοῦ τῶν ἐγκλημάτων. [4] Ἀσκληπιοῦ δέ φασι γενομένους υἱοὺς Μαχάονα καὶ Ποδαλείριον, καὶ τὴν τέχνην ἐκπονήσαντας, ἐπὶ Τροίαν συστρατεῦσαι τοῖς περὶ τὸν Ἀγαμέμνονα: κατὰ δὲ τὸν πόλεμον μεγάλας χρείας αὐτοὺς παρασχέσθαι τοῖς Ἕλλησι, θεραπεύοντας ἐμπειρότατα τοὺς τιτρωσκομένους, καὶ διὰ τὰς εὐεργεσίας ταύτας ὑπὸ τῶν Ἑλλήνων μεγάλης τυχεῖν δόξης: ἀτελεῖς δ᾽ αὐτοὺς ἀφεῖναι τῶν κατὰ τὰς μάχας κινδύνων καὶ τῶν ἄλλων λειτουργιῶν διὰ τὴν ὑπερβολὴν τῆς ἐν τῷ θεραπεύειν εὐχρηστίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: