previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τῶν κατὰ τὴν Ἑλλάδα καὶ τὸ Αἰγαῖον πέλαγος κειμένων νῦν διέξιμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Σαμοθρᾴκης ποιησάμενοι. ταύτην γὰρ τὴν νῆσον ἔνιοι μέν φασι τὸ παλαιὸν Σάμον ὀνομασθῆναι, τῆς δὲ νῦν Σάμου κτισθείσης διὰ τὴν ὁμωνυμίαν ἀπὸ τῆς παρακειμένης τῇ παλαιᾷ Σάμῳ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι. [2] ᾤκησαν δ᾽ αὐτὴν αὐτόχθονες ἄνθρωποι: διὸ καὶ περὶ τῶν πρώτων γενομένων παρ᾽ αὐτοῖς ἀνθρώπων καὶ ἡγεμόνων οὐδεὶς παραδέδοται λόγος. ἔνιοι δέ φασι τὸ παλαιὸν Σαόννησον καλουμένην διὰ τοὺς ἀποικισθέντας ἔκ τε Σάμου καὶ Θρᾴκης Σαμοθρᾴκην ὀνομασθῆναι. [3] ἐσχήκασι δὲ παλαιὰν ἰδίαν διάλεκτον οἱ αὐτόχθονες, ἧς πολλὰ ἐν ταῖς θυσίαις μέχρι τοῦ νῦν τηρεῖται. οἱ δὲ Σαμόθρᾳκες ἱστοροῦσι πρὸ τῶν παρὰ τοῖς ἄλλοις γενομένων κατακλυσμῶν ἕτερον ἐκεῖ μέγαν γενέσθαι, τὸ μὲν πρῶτον τοῦ περὶ τὰς Κυανέας στόματος ῥαγέντος, μετὰ δὲ ταῦτα τοῦ Ἑλλησπόντου. [4] τὸ γὰρ ἐν τῷ Πόντῳ πέλαγος λίμνης ἔχον τάξιν μέχρι τοσούτου πεπληρῶσθαι διὰ τῶν [p. 70] εἰσρεόντων ποταμῶν, μέχρι ὅτου διὰ τὸ πλῆθος παρεκχυθὲν τὸ ῥεῦμα λάβρως ἐξέπεσεν εἰς τὸν Ἑλλήσποντον καὶ πολλὴν μὲν τῆς Ἀσίας τῆς παρὰ θάλατταν ἐπέκλυσεν, οὐκ ὀλίγην δὲ καὶ τῆς ἐπιπέδου γῆς ἐν τῇ Σαμοθρᾴκῃ θάλατταν ἐποίησε: καὶ διὰ τοῦτ᾽ ἐν τοῖς μεταγενεστέροις καιροῖς ἐνίους τῶν ἁλιέων ἀνεσπακέναι τοῖς δικτύοις λίθινα κιονόκρανα, [5] ὡς καὶ πόλεων κατακεκλυσμένων. τοὺς δὲ περιληφθέντας προσαναδραμεῖν εἰς τοὺς ὑψηλοτέρους τῆς νήσου τόπους: τῆς δὲ θαλάττης ἀναβαινούσης ἀεὶ μᾶλλον, εὔξασθαι τοῖς θεοῖς τοὺς ἐγχωρίους, καὶ διασωθέντας κύκλῳ περὶ ὅλην τὴν νῆσον ὅρους θέσθαι τῆς σωτηρίας, καὶ βωμοὺς ἱδρύσασθαι, ἐφ᾽ ὧν μέχρι τοῦ νῦν θύειν: ὥστ᾽ εἶναι φανερὸν ὅτι πρὸ τοῦ κατακλυσμοῦ κατῴκουν τὴν Σαμοθρᾴκην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: