previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κάλυδναν δὲ καὶ Νίσυρον τὸ μὲν ἀρχαῖον Κᾶρες κατῴκησαν, μετὰ δὲ ταῦτα Θετταλὸς Ἡρακλέους ἀμφοτέρας τὰς νήσους κατεκτήσατο. διόπερ Ἄντιφός τε καὶ Φείδιππος οἱ Κῴων βασιλεῖς στρατεύοντες εἰς Ἴλιον ἦρχον τῶν πλεόντων ἐκ τῶν προειρημένων νήσων. [2] κατὰ δὲ τὸν ἐκ Τροίας ἀπόπλουν τέτταρες τῶν Ἀγαμέμνονος νεῶν ἐξέπεσον περὶ Κάλυδναν, καὶ τοῖς ἐγχωρίοις καταμιγέντες κατῴκησαν. [3] οἱ δὲ τὴν Νίσυρον τὸ παλαιὸν οἰκήσαντες ὑπὸ σεισμῶν διεφθάρησαν: ὕστερον δὲ Κῷοι, καθάπερ τὴν Κάλυδναν, ταύτην κατῴκησαν: μετὰ δὲ ταῦτα φθορᾶς ἀνθρώπων ἐν τῇ νήσῳ γενομένης οἱ Ῥόδιοι ἐποίκους εἰς αὐτὴν ἀπέστειλαν. [4] τὴν δὲ Κάρπαθον πρῶτοι μὲν ᾤκησαν τῶν μετὰ Μίνω τινὲς συστρατευσαμένων, καθ᾽ ὃν χρόνον ἐθαλαττοκράτησε πρῶτος τῶν Ἑλλήνων: ὕστερον δὲ πολλαῖς γενεαῖς Ἴοκλος [p. 78] Δημολέοντος, Ἀργεῖος ὢν τὸ γένος, κατά τι λόγιον ἀποικίαν ἀπέστειλεν εἰς τὴν Κάρπαθον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (4):
    • A Dictionary of Greek and Roman Antiquities (1890), NAVIS
    • Dictionary of Greek and Roman Geography (1854), CALYMNA
    • Dictionary of Greek and Roman Geography (1854), CA´RPATHUS
    • Dictionary of Greek and Roman Geography (1854), NÍSYRUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: