previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τούτους τοὺς χρόνους Δαναὸς ἔφυγεν ἐξ Αἰγύπτου μετὰ τῶν θυγατέρων: καταπλεύσας δὲ τῆς Ῥοδίας εἰς Λίνδον καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων, ἱδρύσατο τῆς Ἀθηνᾶς ἱερὸν καὶ τὸ ἄγαλμα τῆς θεοῦ καθιέρωσε. τῶν δὲ τοῦ Δαναοῦ θυγατέρων τρεῖς ἐτελεύτησαν κατὰ τὴν ἐπιδημίαν τὴν ἐν τῇ Λίνδῳ, αἱ δ᾽ ἄλλαι μετὰ τοῦ πατρὸς Δαναοῦ εἰς Ἄργος ἐξέπλευσαν. [2] μικρὸν δ᾽ ὕστερον τούτων τῶν χρόνων Κάδμος Ἀγήνορος, ἀπεσταλμένος ὑπὸ τοῦ βασιλέως κατὰ ζήτησιν τῆς Εὐρώπης, κατέπλευσεν εἰς [p. 83] τὴν Ῥοδίαν: κεχειμασμένος δ᾽ ἰσχυρῶς κατὰ τὸν πλοῦν καὶ πεποιημένος εὐχὰς ἱδρύσασθαι Ποσειδῶνος ἱερόν, διασωθεὶς ἱδρύσατο κατὰ τὴν νῆσον τοῦ θεοῦ τούτου τέμενος καὶ τῶν Φοινίκων ἀπέλιπέ τινας τοὺς ἐπιμελησομένους. οὗτοι δὲ καταμιγέντες Ἰαλυσίοις διετέλεσαν συμπολιτευόμενοι τούτοις: ἐξ ὧν φασι τοὺς ἱερεῖς κατὰ γένος διαδέχεσθαι τὰς ἱερωσύνας. [3] δ᾽ οὖν Κάδμος καὶ τὴν Λινδίαν Ἀθηνᾶν ἐτίμησεν ἀναθήμασιν, ἐν οἷς ἦν χαλκοῦς λέβης ἀξιόλογος κατεσκευασμένος εἰς τὸν ἀρχαῖον ῥυθμόν: οὗτος δ᾽ εἶχεν ἐπιγραφὴν Φοινικικοῖς γράμμασιν, φασι πρῶτον ἐκ Φοινίκης εἰς τὴν Ἑλλάδα κομισθῆναι. [4] μετὰ δὲ ταῦτα τῆς Ῥοδίας γῆς ἀνείσης ὄφεις ὑπερμεγέθεις συνέβη πολλοὺς τῶν ἐγχωρίων ὑπὸ τῶν ὄφεων διαφθαρῆναι: διόπερ οἱ περιλειφθέντες ἔπεμψαν εἰς Δῆλον τοὺς ἐπερωτήσοντας τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. [5] τοῦ δ᾽ Ἀπόλλωνος προστάξαντος αὐτοῖς παραλαβεῖν Φόρβαντα μετὰ τῶν συνακολουθούντων αὐτῷ, καὶ μετὰ τούτων κατοικεῖν τὴν Ῥόδον: οὗτος δ᾽ ἦν υἱὸς μὲν Λαπίθου, διέτριβε δὲ περὶ Θετταλίαν μετὰ πλειόνων, ζητῶν χώραν εἰς κατοίκησιν: τῶν δὲ Ῥοδίων μεταπεμψαμένων αὐτὸν κατὰ τὴν μαντείαν καὶ μεταδόντων τῆς χώρας, μὲν Φόρβας ἀνεῖλε τοὺς ὄφεις, καὶ τὴν νῆσον ἐλευθερώσας τοῦ φόβου, κατῴκησεν ἐν τῇ Ῥοδίᾳ, γενόμενος δὲ καὶ τἄλλα ἀνὴρ ἀγαθὸς ἔσχε τιμὰς ἡρωικὰς μετὰ τὴν τελευτήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: