previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὕστερον [p. 84] δὲ τούτων Ἀλθαιμένης Κατρέως υἱὸς τοῦ Κρητῶν βασιλέως περί τινων χρηστηριαζόμενος ἔλαβε χρησμόν, ὅτι πεπρωμένον ἐστὶν αὐτῷ τοῦ πατρὸς αὐτόχειρα γενέσθαι. [2] βουλόμενος οὖν τοῦτο τὸ μύσος ἐκφυγεῖν ἑκουσίως ἔφυγεν ἐκ τῆς Κρήτης μετὰ τῶν βουλομένων συναπᾶραι, πλειόνων ὄντων. οὗτος μὲν οὖν κατέπλευσε τῆς Ῥοδίας εἰς Κάμειρον καὶ ἐπὶ μὲν ὄρους Ἀταβύρου Διὸς ἱερὸν ἱδρύσατο τοῦ προσαγορευομένου Ἀταβυρίου: διόπερ ἔτι καὶ νῦν τιμᾶται διαφερόντως, κείμενον ἐπί τινος ὑψηλῆς ἄκρας, ἀφ᾽ ἧς ἐστιν ἀφορᾶν τὴν Κρήτην. [3] μὲν οὖν Ἀλθαιμένης μετὰ τῶν συνακολουθησάντων κατῴκησεν ἐν τῇ Καμείρῳ, τιμώμενος ὑπὸ τῶν ἐγχωρίων: δὲ πατὴρ αὐτοῦ Κατρεύς, ἔρημος ὢν ἀρρένων παίδων καὶ διαφερόντως ἀγαπῶν τὸν Ἀλθαιμένην, ἔπλευσεν εἰς Ῥόδον, φιλοτιμούμενος εὑρεῖν τὸν υἱὸν καὶ ἀπαγαγεῖν εἰς Κρήτην. τῆς δὲ κατὰ τὸ πεπρωμένον ἀνάγκης ἐπισχυούσης, μὲν Κατρεὺς ἀπέβη μετά τινων ἐπὶ τὴν Ῥοδίαν νυκτός, καὶ γενομένης συμπλοκῆς καὶ μάχης πρὸς τοὺς ἐγχωρίους Ἀλθαιμένης ἐκβοηθῶν ἠκόντισε λόγχῃ καὶ δι᾽ ἄγνοιαν παίσας ἀπέκτεινε τὸν πατέρα. [4] γνωσθείσης δὲ τῆς πράξεως, μὲν Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων περιέκαμπτε, διδοὺς δ᾽ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν: ὕστερον δὲ κατά τινα χρησμὸν [p. 85] τιμὰς ἔσχε παρὰ Ῥοδίοις ἡρωικάς. [5] βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκώς, ἔφυγεν ἑκουσίως ἐξ Ἄργους: χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε. [6] γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπ᾽ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. τὸ δὲ τελευταῖον μετ᾽ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δ᾽ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: