previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν δὲ τοῖς ὕστερον χρόνοις ἐπὶ τοσοῦτον ἔλαβε τὸ ἱερὸν αὔξησιν [p. 89] τῆς Ἡμιθέας, ὥστε μὴ μόνον παρὰ τοῖς ἐγχωρίοις καὶ τοῖς περιοίκοις τιμᾶσθαι διαφερόντως, ἀλλὰ καὶ τοὺς μακρὰν οἰκοῦντας εἰς αὐτὸ φιλοτίμως φοιτᾶν, καὶ θυσίαις τε μεγαλοπρεπέσι καὶ ἀναθήμασιν ἀξιολόγοις τιμᾶν, τὸ δὲ μέγιστον, Πέρσας ἡγουμένους τῆς Ἀσίας καὶ πάντα τὰ τῶν Ἑλλήνων ἱερὰ συλῶντας μόνου τοῦ τῆς Ἡμιθέας τεμένους ἀποσχέσθαι, τούς τε λῃστὰς τοὺς πάντα διαρπάζοντας μόνον τοῦτο ἀφεῖναι παντελῶς ἄσυλον, καίπερ ἀτείχιστον ὑπάρχον καὶ ἀκίνδυνον ἔχον τὴν ἁρπαγήν. [2] αἰτίαν δὲ τῆς ἐπὶ πλέον αὐξήσεως φέρουσι τὴν κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν: τοῖς τε γὰρ κάμνουσι κατὰ τοὺς ὕπνους ἐφισταμένην φανερῶς διδόναι τὴν θεραπείαν καὶ πολλοὺς τοῖς ἀπεγνωσμένοις πάθεσι συνεχομένους περιτυχόντας ὑγιασθῆναι: πρὸς δὲ τούτοις τὸ περὶ τὰς δυστοκούσας τῶν γυναικῶν τῆς ἐν ταῖς ὠδῖσι ταλαιπωρίας καὶ κινδύνων ἀπαλλάττειν τὴν θεόν. [3] διὸ καὶ πολλῶν ἐκ παλαιῶν χρόνων σεσωσμένων πεπλήρωται τὸ τέμενος ἀναθημάτων, καὶ ταῦτα οὔθ᾽ ὑπὸ φυλάκων οὔθ᾽ ὑπὸ τείχους ὀχυροῦ φυλαττόμενα, ἀλλ᾽ ὑπὸ τῆς συνήθους δεισιδαιμονίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: