previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὑπερίονα δέ φασι τοῦ τε ἡλίου τὴν κίνησιν καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔτι δὲ τὰς ὥρας τὰς συντελουμένας ὑπὸ τούτων, πρῶτον ἐξ ἐπιμελείας καὶ παρατηρήσεως κατανοήσαντα τοῖς ἄλλοις εἰς γνῶσιν παραδοῦναι, καὶ διὰ τοῦτο αὐτὸν πατέρα τούτων ὀνομασθῆναι, καθαπερεὶ γεγεννηκότα τὴν τούτων θεωρίαν καὶ φύσιν. [2] καὶ Κοίου μὲν καὶ Φοίβης Λητὼ γενέσθαι, Ἰαπετοῦ δὲ Προμηθέα τὸν παραδεδομένον μὲν ὑπό τινων μυθογράφων ὅτι τὸ πῦρ κλέψας παρὰ τῶν θεῶν ἔδωκε τοῖς ἀνθρώποις, πρὸς δ᾽ ἀλήθειαν εὑρετὴν γενόμενον τῶν πυρείων, [3] ἐξ ὧν ἐκκάεται τὸ πῦρ. τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνομάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, δι᾽ ὧν καὶ δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν: τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι. προσάπτουσι δὲ τῇ θεῷ ταύτῃ καὶ τὰ πρὸς ἀνανέωσιν καὶ μνήμην γινόμενα παρὰ τοῖς ἀνθρώποις, ἀφ᾽ ὧν δὴ καὶ [p. 95] τῆς προσηγορίας τυχεῖν αὐτὴν ταύτης. [4] Θέμιν δὲ μυθολογοῦσι μαντείας καὶ θυσίας καὶ θεσμοὺς τοὺς περὶ τῶν θεῶν πρώτην εἰσηγήσασθαι καὶ τὰ περὶ τὴν εὐνομίαν καὶ εἰρήνην καταδεῖξαι. διὸ καὶ θεσμοφύλακας καὶ θεσμοθέτας ὀνομάζεσθαι τοὺς τὰ περὶ τοὺς θεοὺς ὅσια καὶ τοὺς τῶν ἀνθρώπων νόμους διαφυλάττοντας: καὶ τὸν Ἀπόλλω, καθ᾽ ὃν δὴ χρόνον τοὺς χρησμοὺς διδόναι μέλλει, θεμιστεύειν λέγομεν ἀπὸ τοῦ τὴν Θέμιν εὑρέτριαν γεγονέναι τῶν χρησμῶν. [5] οὗτοι μὲν οὖν οἱ θεοὶ πολλὰ τὸν ἀνθρώπινον βίον εὐεργετήσαντες οὐ μόνον ἀθανάτων τιμῶν ἠξιώθησαν, ἀλλὰ καὶ πρῶτοι τὸν Ὄλυμπον ἐνομίσθησαν οἰκεῖν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: