previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀμφισβητοῦσι δὲ περὶ τῆς εὑρέσεως τοῦ καρποῦ τούτου πολλοί, τὴν θεὸν φάμενοι παρ᾽ αὑτοῖς πρώτοις ὀφθῆναι καὶ τὴν τούτου φύσιν τε καὶ χρῆσιν καταδεῖξαι. Αἰγύπτιοι μὲν γὰρ λέγουσι τήν τε Δήμητραν καὶ τὴν Ἶσιν τὴν αὐτὴν εἶναι, καὶ εἰς Αἴγυπτον ἐνεγκεῖν τὸ σπέρμα πρώτην, ἀρδεύοντος μὲν εὐκαίρως τὰ πεδία τοῦ Νείλου ποταμοῦ, ταῖς δ᾽ ὥραις ἄριστα τῆς χώρας ταύτης κεκραμένης. [2] τοὺς δ᾽ Ἀθηναίους, καίπερ ἀποφαινομένους τὴν εὕρεσιν τοῦ καρποῦ τούτου γεγενημένην παρ᾽ αὑτοῖς, ὅμως μαρτυρεῖν αὐτὸν ἑτέρωθεν κεκομισμένον εἰς τὴν Ἀττικήν: τὸν γὰρ τόπον τὸν ἐξ ἀρχῆς δεξάμενον [p. 97] τὴν δωρεὰν ταύτην Ἐλευσῖνα προσαγορεύειν ἀπὸ τοῦ παρ᾽ ἑτέρων ἐλθεῖν τὸ σπέρμα τοῦ σίτου κομισθέν. [3] οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι: ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐκαρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δ᾽ εὐεργεσίας ὡς μηδὲν προσηκούσῃ μηδ᾽ ἐσχάτῃ μεταδοῦναι, καὶ ταῦτ᾽ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γεγονέναι συμπεφώνηται. εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν καὶ τὸν ποιητὴν λέγειν

ἀλλὰ τά γ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
πυροὶ καὶ κριθαί.
[4] περὶ μὲν οὖν Δήμητρος τοιαῦτα μυθολογοῦσι. τῶν δ᾽ ἄλλων θεῶν τῶν ἐκ Κρόνου καὶ Ῥέας γενομένων φασὶν οἱ Κρῆτες Ποσειδῶνα μὲν πρῶτον χρήσασθαι ταῖς κατὰ θάλατταν ἐργασίαις καὶ στόλους συστήσασθαι, παραδόντος αὐτῷ τὴν ἡγεμονίαν ταύτην τοῦ Κρόνου: διὸ καὶ παραδίδοσθαι τοῖς ἐπιγινομένοις τοῦτον κύριον ὑπάρχειν τῶν κατὰ θάλατταν πραττομένων καὶ θυσίαις ὑπὸ τῶν ναυτιλλομένων τιμᾶσθαι. προσάπτουσι δ᾽ αὐτῷ καὶ τὸ τοὺς ἵππους δαμάσαι πρῶτον καὶ τὴν ἐπιστήμην καταδεῖξαι τὴν περὶ τὴν ἱππικήν, ἀφ᾽ ἧς ἵππιον αὐτὸν [p. 98] ὠνομάσθαι. [5] τὸν δ᾽ Ἅιδην λέγεται τὰ περὶ τὰς ταφὰς καὶ τὰς ἐκφορὰς καὶ τιμὰς τῶν τεθνεώτων καταδεῖξαι, τὸν πρὸ τοῦ χρόνον μηδεμιᾶς οὔσης ἐπιμελείας περὶ αὐτούς: διὸ καὶ τῶν τετελευτηκότων θεὸς οὗτος παρείληπται κυριεύειν, ἀπονεμηθείσης τὸ παλαιὸν αὐτῷ τῆς τούτων ἀρχῆς καὶ φροντίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: