previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διενέγκαι δὲ τὸν θεὸν τοῦτον ἁπάντων ἀνδρείᾳ [p. 100] καὶ συνέσει καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἁπάσαις ἀρεταῖς: διὸ καὶ παραλαβόντα τὴν βασιλείαν παρὰ τοῦ Κρόνου πλεῖστα καὶ μέγιστα τὸν ἀνθρώπινον βίον εὐεργετῆσαι. πρῶτον μὲν γὰρ ἁπάντων καταδεῖξαι περὶ τῶν ἀδικημάτων τὸ δίκαιον ἀλλήλοις διδόναι τοὺς ἀνθρώπους καὶ τοῦ βίᾳ τι πράττειν ἀποστῆσαι, κρίσει δὲ καὶ δικαστηρίῳ τὰς ἀμφισβητήσεις διαλύειν. καθόλου δὲ τὰ περί τε τῆς εὐνομίας καὶ τῆς εἰρήνης προσαναπληρῶσαι, τοὺς μὲν ἀγαθοὺς πείθοντα, τοὺς δὲ φαύλους τῇ τιμωρίᾳ καὶ τῷ φόβῳ καταπληττόμενον. [2] ἐπελθεῖν δ᾽ αὐτὸν καὶ τὴν οἰκουμένην σχεδὸν πᾶσαν τοὺς μὲν λῃστὰς καὶ ἀσεβεῖς ἀναιροῦντα, τὴν δ᾽ ἰσότητα καὶ τὴν δημοκρατίαν εἰσηγούμενον: ὅτε δή φασιν αὐτὸν καὶ τοὺς γίγαντας ἀνελεῖν, ἐν μὲν Κρήτῃ τοὺς περὶ Μύλινον, κατὰ δὲ τὴν Φρυγίαν τοὺς περὶ Τυφῶνα. [3] πρὸ δὲ τῆς μάχης τῆς πρὸς τοὺς ἐν Κρήτῃ γίγαντας λέγεται τὸν Δία θῦσαι βοῦν Ἡλίῳ καὶ Οὐρανῷ καὶ Γῇ: ἐπὶ δὲ τῶν ἱερῶν ἁπάντων φανῆναι τὰ περὶ τούτων ἐπικριθέντα ἐπισημαίνεται κράτος καὶ ἀπόστασις ἀπὸ τῶν πολεμίων πρὸς αὐτούς. ἀκόλουθον δὲ τούτοις γενέσθαι τοῦ πολέμου τὸ τέλος: αὐτομολῆσαι μὲν γὰρ ἐκ τῶν πολεμίων Μουσαῖον, καὶ τυχεῖν ὡρισμένων τιμῶν, κατακοπῆναι δ᾽ ὑπὸ τῶν θεῶν ἅπαντας τοὺς ἀντιταξαμένους. [4] συστῆναι δὲ καὶ ἄλλους πολέμους αὐτῷ πρὸς γίγαντας, τῆς [p. 101] μὲν Μακεδονίας περὶ τὴν Παλλήνην, τῆς δ᾽ Ἰταλίας κατὰ τὸ πεδίον, τὸ μὲν παλαιὸν ἀπὸ τοῦ κατακεκαυμένου τόπου Φλεγραῖον ὠνομάζετο, κατὰ δὲ τοὺς ὕστερον χρόνους Κυμαῖον προσηγόρευον. [5] κολασθῆναι δὲ τοὺς γίγαντας ὑπὸ Διὸς διὰ τὴν εἰς τοὺς ἄλλους ἀνθρώπους παρανομίαν καὶ διὰ τὸ ταῖς τοῦ σώματος ὑπεροχαῖς καὶ ῥώμαις πεποιθότας καταδουλοῦσθαι μὲν τοὺς πλησιοχώρους, ἀπειθεῖν δὲ τοῖς περὶ τοῦ δικαίου τιθεμένοις νόμοις, πόλεμον δ᾽ ἐκφέρειν πρὸς τοὺς διὰ τὰς κοινὰς εὐεργεσίας ὑπὸ πάντων θεοὺς νομιζομένους. [6] τὸν δ᾽ οὖν Δία λέγουσι μὴ μόνον ἄρδην ἐξ ἀνθρώπων ἀφανίσαι τοὺς ἀσεβεῖς καὶ πονηρούς, ἀλλὰ καὶ τοῖς ἀρίστοις τῶν θεῶν καὶ ἡρώων, ἔτι δ᾽ ἀνδρῶν τὰς ἀξίας ἀπονεῖμαι τιμάς. διὰ δὲ τὸ μέγεθος τῶν εὐεργεσιῶν καὶ τὴν ὑπεροχὴν τῆς δυνάμεως συμφώνως αὐτῷ παρὰ πάντων συγκεχωρῆσθαι τήν τε βασιλείαν εἰς τὸν ἀεὶ χρόνον καὶ τὴν οἴκησιν τὴν ἐν Ὀλύμπῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: