previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὰς τῶν θεῶν γενέσεις ὕστερον πολλαῖς γενεαῖς φασι γενέσθαι κατὰ τὴν Κρήτην ἥρωας οὐκ ὀλίγους, ὧν ὑπάρχειν ἐπιφανεστάτους τοὺς περὶ Μίνω καὶ Ῥαδάμανθυν καὶ Σαρπηδόνα. τούτους γὰρ μυθολογοῦσιν ἐκ Διὸς γεγεννῆσθαι καὶ τῆς Ἀγήνορος Εὐρώπης, ἥν φασιν ἐπὶ ταύρου διακομισθῆναι προνοίᾳ θεῶν εἰς τὴν Κρήτην. [2] Μίνω μὲν οὖν πρεσβύτατον ὄντα βασιλεῦσαι τῆς νήσου, καὶ κτίσαι πόλεις οὐκ ὀλίγας ἐν αὐτῇ, τούτων δ᾽ ἐπιφανεστάτας τρεῖς, Κνωσὸν μὲν ἐν τοῖς πρὸς τὴν Ἀσίαν νεύουσι μέρεσι τῆς νήσου, Φαιστὸν δ᾽ ἐπὶ θαλάττης ἐστραμμένην ἐπὶ μεσημβρίαν, Κυδωνίαν δ᾽ ἐν τοῖς πρὸς ἑσπέραν κεκλιμένοις τόποις κατ᾽ ἀντικρὺ τῆς Πελοποννήσου. [3] θεῖναι δὲ καὶ νόμους τοῖς Κρησὶν οὐκ ὀλίγους, προσποιούμενον παρὰ Διὸς τοῦ πατρὸς λαμβάνειν, συνερχόμενον εἰς λόγους αὐτῷ κατά τι σπήλαιον. κτήσασθαι δὲ καὶ δύναμιν ναυτικὴν μεγάλην, καὶ τῶν τε νήσων τὰς πλείστας καταστρέψασθαι καὶ πρῶτον τῶν Ἑλλήνων θαλαττοκρατῆσαι. [4] μεγάλην δὲ δόξαν περιποιησάμενον [p. 112] ἐπ᾽ ἀνδρείᾳ καὶ δικαιοσύνῃ, καταστρέψαι τὸν βίον ἐν Σικελίᾳ κατὰ τὴν ἐπὶ Κώκαλον στρατείαν, περὶ ἧς τὰ κατὰ μέρος ἀνεγράψαμεν ὅτε τὰ περὶ Δαίδαλον ἀνεγράφομεν, δι᾽ ὃν καὶ τὴν στρατείαν συνέβη γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), CYDO´NIA
    • Dictionary of Greek and Roman Geography (1854), PHAESTUS
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: