previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὕστερον δὲ τῆς κατὰ τὴν Λέσβον ἀποικίας ἱκανοῖς τισι χρόνοις συνέβη τὴν νῆσον τὴν ὀνομαζομένην [p. 118] Τένεδον κατοικισθῆναι τοιῷδέ τινι τρόπῳ. Τέννης ἦν υἱὸς μὲν Κύκνου τοῦ βασιλεύσαντος Κολώνης τῆς ἐν τῇ Τρῳάδι, ἀνὴρ δ᾽ ἐπίσημος δι᾽ ἀρετήν. [2] οὗτος οἰκήτορας ἀθροίσας καὶ τὴν ὁρμὴν ἐκ τῆς ἀντιπέρας ἠπείρου ποιησάμενος, κατελάβετο νῆσον ἔρημον οὖσαν τὴν ὀνομαζομένην Λεύκοφρυν: κατακληρουχήσας δ᾽ αὐτὴν τοῖς ὑπ᾽ αὐτὸν ταττομένοις, καὶ κτίσας ἐν αὐτῇ πόλιν, ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ Τένεδον. [3] πολιτευόμενος δὲ καλῶς καὶ πολλὰ τοὺς ἐγχωρίους εὐεργετήσας ζῶν μὲν μεγάλης ἀποδοχῆς ἐτύγχανε, τελευτήσας δ᾽ ἀθανάτων τιμῶν ἠξιώθη: καὶ γὰρ τέμενος αὐτοῦ κατεσκεύασαν καὶ θυσίαις ὡς θεὸν ἐτίμων, ἃς διετέλουν θύοντες μέχρι τῶν νεωτέρων καιρῶν. [4] οὐ παραλειπτέον δ᾽ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου: Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι: ταύτην δ᾽ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι. [5] κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνελόντος καθ᾽ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν [p. 119] Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα. περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), TENEDOS
    • Smith's Bio, Cycnus
    • Smith's Bio, Tenes
  • Cross-references in notes to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: