next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Προμηθεύς, Ζεύς.

Προμηθεύς
λῦσόν με, Ζεῦ: δεινὰ γὰρ ἤδη πέπονθα.

Ζεύς
λύσω σε, φής, ὃν ἐχρῆν βαρυτέρας πέδας ἔχοντα καὶ τὸν Καύκασον ὅλον ὑπὲρ κεφαλῆς ἐπικείμενον ὑπὸ ἑκκαίδεκα γυπῶν μὴ μόνον κείρεσθαι τὸ ἧπαρ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεσθαι, ἀνθ᾽ ὧν τοιαῦθ᾽ ἡμῖν ζῷα τοὺς ἀνθρώπους ἔπλασας καὶ τὸ πῦρ ἔκλεψας καὶ γυναῖκας ἐδημιούργησας; μὲν γὰρ ἐμὲ ἐξηπάτησας ἐν τῇ νομῇ τῶν κρεῶν ὀστᾶ πιμελῇ κεκαλυμμένα παραθεὶς καὶ τὴν ἀμείνω τῶν μοιρῶν σεαυτῷ φυλάττων, τί χρὴ λέγειν;

Προμηθεύς
οὔκουν ἱκανὴν ἤδη τὴν δίκην ἐκτέτικα τοσοῦτον χρόνον τῷ Καυκάσῳ προσηλωμένος τὸν κάκιστα ὀρνέων ἀπολούμενον αἰετὸν τρέφων τῷ ἥπατι;

Ζεύς
οὐδὲ πολλοστημόριον τοῦτο ὧν σε δεῖ παθεῖν.

Προμηθεύς
καὶ μὴν οὐκ ἀμισθί με λύσεις, ἀλλά σοι μηνύσω τι, Ζεῦ, πάνυ ἀναγκαῖον.

Ζεύς
[2] Κατασοφίζῃ με, Προμηθεῦ.

Προμηθεύς
καὶ τί πλέον ἕξω; οὐ γὰρ ἀγνοήσεις αὖθις ἔνθα Καύκασός ἐστιν, οὐδὲ ἀπορήσεις δεσμῶν, ἤν τι τεχνάζων ἁλίσκωμαι.

Ζεύς
εἰπὲ πρότερον, ὅντινα μισθὸν ἀποτίσεις αναγκαῖον ἡμῖν ὄντα.

Προμηθεύς
ἢν εἴπω ἐφ᾽ τι βαδίζεις νῦν, ἀξιόπιστος ἔσομαί σοι καὶ περὶ τῶν ὑπολοίπων μαντευόμενος; [p. 73] ΖΕΥΣ Πῶς γὰρ οὔ;

Προμηθεύς
παρὰ τὴν Θέτιν, συνεσόμενος αὐτῇ.

Ζεύς
τουτὶ μὲν ἔγνως: τί δ᾽ οὖν τὸ ἐπὶ τούτῳ; δοκεῖς γὰρ ἀληθές τι ἐρεῖν.

Προμηθεύς
μηδέν, Ζεῦ, κοινωνήσῃς τῇ Νηρηΐδι: ἢν γὰρ αὕτη κυοφορήσῃ ἐκ σοῦ, τὸ τεχθὲν ἴσα ἐργάσεταί σε οἷα καὶ σὺ ἔδρασας

Ζεύς
τοῦτο φής, ἐκπεσεῖσθαί με τῆς ἀρχῆς;

Προμηθεύς
μὴ γένοιτο, Ζεῦ. πλὴν τοιοῦτό γε μῖξις αὐτῆς ἀπειλεῖ.

Ζεύς
χαιρέτω τοιγαροῦν Θέτις: σὲ δὲ Ἥφαιστος ἐπὶ τούτοις λυσάτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: