Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
καίτοι ταῦτα, καὶ εἰ μικρά τις ἡγεῖται, μεγάλ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δείγματα τῆς ἐκείνου γνώμης καὶ κακοδαιμονίας ἐστὶ τοῖς εὖ φρονοῦσιν. ἀλλ᾽, οἶμαι, νῦν μὲν ἐπισκοτεῖ τούτοις τὸ κατορθοῦν: αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι τὰ τοιαῦτ᾽ ὀνείδη: εἰ δέ τι πταίσει, τότ᾽ ἀκριβῶς αὐτοῦ ταῦτ᾽ ἐξετασθήσεται. δοκεῖ δ᾽ ἔμοιγ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, δείξειν οὐκ εἰς μακράν, ἂν οἵ τε θεοὶ θέλωσι καὶ ὑμεῖς βούλησθε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.