Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[55]
εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ᾽ ἂν τἄλλ᾽ ἐπέτρεπεν οὔτ᾽ ἂν ταῦθ᾽ οὕτω καταλείπων αὐτοῖς ἔφραζε: μανία γὰρ δεινὴ τὰ κεκρυμμέν᾽ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντ᾽ ἐπιτρόπους καταστήσειν. εἰ δ᾽ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ᾽ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ᾽ οὐκ ἂν κυρίους ἐποίησεν. οὐδ᾽ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δ᾽ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ᾽ ἔδωκεν: οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.