This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[16]
ἄξιον τοίνυν καὶ περὶ τῶν συνειρηκότων εἰπεῖν. οὕτως γὰρ ἡγοῦνταί τινες ἐξουσίαν εἶναι σφίσιν καὶ ποιεῖν ὅ τι βούλονται καὶ λέγειν παρ᾽ ὑμῖν, ὥστε τῶν τότε συγκατηγορούντων μετ᾽ Ἀριστοφῶντος καὶ πικρῶν ὄντων τοῖς μεμισθωκόσι τὰς τριηραρχίας νῦν κελεύουσί τινες τούτους στεφανῶσαι, καὶ δυοῖν θάτερον ἐξελέγχουσιν αὑτούς, ἢ τότ᾽ ἐκείνους ἀδίκως συκοφαντοῦντες, ἢ νῦν τοῖσδ᾽ ἐπὶ μισθῷ συνηγοροῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.