This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
ταῦτα τοίνυν ἐγὼ πάσχων ὑπὸ τούτων καὶ πόλλ᾽ ἕτερα καὶ δεινά, μὴ ὅτι δίκην λαβών, ἀλλὰ μὴ προσοφλὼν ἀγαπήσαιμ᾽ ἄν. εἰ μὲν γὰρ ἦν, ὦ ἄνδρες δικασταί, χαράδρα πάλιν ὑποδεχομένη, τάχ᾽ ἂν ἠδίκουν ἐγὼ μὴ δεχόμενος, ὥσπερ ἀν᾽ ἕτερ᾽ ἄττα τῶν χωρίων εἰσὶν ὁμολογούμεναι χαράδραι: καὶ ταύταις δέχονται μὲν οἱ πρῶτοι, καθάπερ τοὺς ἐκ τῶν οἰκιῶν χειμάρρους, παρὰ τούτων δ᾽ ἕτεροι παραλαμβάνουσιν ὡσαύτως: ταύτῃ δ᾽ οὔτε παραδίδωσιν οὐδεὶς οὔτε παρ᾽ ἐμοῦ παραλαμβάνει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.