Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[62]
οὐ γὰρ δὴ πείσει γ᾽ ὑμᾶς οὐδεὶς ὡς ἐπιλείψουσιν οἱ τοιοῦτοι ῥήτορες, οὐδ᾽ ὡς διὰ τοῦτο χεῖρον ἡ πόλις οἰκήσεται. τοὐναντίον γάρ ἐστιν, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω: τότε γάρ φασιν ἄριστα πρᾶξαι τὴν πόλιν, ὅτε μέτριοι καὶ σώφρονες ἄνδρες ἐπολιτεύοντο. πότερον γὰρ συμβούλους εὕροι τις ἂν τούτους ἀγαθούς; ἀλλ᾽ οὐδὲν ἐν τῷ δήμῳ λέγουσιν, ἀλλὰ τοὺς ἐκεῖθεν γραφόμενοι χρήματα λαμβάνουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.