Ἀλκμήνη
660ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
< >;
ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
σὺν σοὶ φανέντα δεῦρ᾽ ἐμὴν τέρψαι φρένα;
Θεράπων
στρατὸν καθίζει τάσσεταί θ᾽ ὃν ἦλθ᾽ ἔχων.
Ἀλκμήνη
665τοῦδ᾽ οὐκέθ᾽ ἡμῖν τοῦ λόγου μέτεστι δή.
Ἰόλαος
μέτεστιν: ἡμῶν δ᾽ ἔργον ἱστορεῖν τάδε.
Θεράπων
τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
Ἰόλαος
πόσον τι πλῆθος συμμάχων πάρεστ᾽ ἔχων;
Θεράπων
πολλούς: ἀριθμὸν δ᾽ ἄλλον οὐκ ἔχω φράσαι.
Ἰόλαος
670ἴσασιν, οἶμαι, ταῦτ᾽ Ἀθηναίων πρόμοι.
Θεράπων
ἴσασι, καὶ δὴ <'ς> λαιὸν ἔστησαν κέρας.
Ἰόλαος
ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
Θεράπων
καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
Ἰόλαος
πόσον τι δ᾽ ἔστ᾽ ἄπωθεν Ἀργεῖον δόρυ;
Θεράπων
675ὥστ᾽ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
Ἰόλαος
τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
Θεράπων
ᾐκάζομεν ταῦτ᾽: οὐ γὰρ ἐξηκούομεν.
ἀλλ᾽ εἶμ᾽: ἐρήμους δεσπότας τοὐμὸν μέρος
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
Ἰόλαος
680κἄγωγε σὺν σοί: ταὐτὰ γὰρ φροντίζομεν,
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
Θεράπων
ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
Ἰόλαος
καὶ μὴ μετασχεῖν γ᾽ ἀλκίμου μάχης φίλοις.
Θεράπων
οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτ᾽ ἦν ῥώμη σέθεν.
Ἰόλαος
ἀλλ᾽ οὖν μαχοῦμαί γ᾽ ἀριθμὸν οὐκ ἐλάσσοσιν.
Θεράπων
690σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.
Ἰόλαος
οὐδεὶς ἔμ᾽ ἐχθρῶν προσβλέπων ἀνέξεται.
Θεράπων
οὐκ ἔστ᾽ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
Ἰόλαος
685τί δ᾽; οὐ θένοιμι κἂν ἐγὼ δι᾽ ἀσπίδος;
Θεράπων
θένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
Ἰόλαος
μή τοί μ᾽ ἔρυκε δρᾶν παρεσκευασμένον.
Θεράπων
δρᾶν μὲν σύ γ᾽ οὐχ οἷός τε, βούλεσθαι δ᾽ ἴσως.
Ἰόλαος
ὡς μὴ μενοῦντος τἄλλα σοι λέγειν πάρα.
Θεράπων
πῶς οὖν ὁπλίτης τευχέων ἄτερ φανῇ;
Ἰόλαος
695ἔστ᾽ ἐν δόμοισιν ἔνδον αἰχμάλωθ᾽ ὅπλα
τοῖσδ᾽, οἷσι χρησόμεσθα: κἀποδώσομεν
ζῶντες, θανόντας δ᾽ οὐκ ἀπαιτήσει θεός.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω κἀπὸ πασσάλων ἑλὼν
ἔνεγχ᾽ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
700αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics