Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
εἰρήνα μὲν ἐμοί γ᾽ ἀρέ-
σκει: σοὶ δ᾽, ὦ κακόφρων ἄναξ,
λέγω, εἰ πόλιν ἥξεις,
οὐχ οὕτως ἃ δοκεῖς κυρή-
375σεις: οὐ σοὶ μόνῳ ἔγχος οὐδ᾽
ἰτέα κατάχαλκος.
ἀλλ᾽, ὦ πολέμων ἐρα-
στά, μή μοι δορὶ συνταρά-
ξῃς τὰν εὖ χαρίτων ἔχου-
380σαν πόλιν, ἀλλ᾽ ἀνάσχου.