previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,
ὑπὲρ πάτρας ἔθνῃσκον: οὓς δ᾽ ἕλοι δόρυ,
νεκροί γ᾽ ἐς οἴκους φερόμενοι φίλων ὕπο
ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,
390χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο:
ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,
ἀεὶ κατ᾽ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις
ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.
τὰ δ᾽ Ἕκτορός σοι λύπρ᾽ ἄκουσον ὡς ἔχει:
395δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,
καὶ τοῦτ᾽ Ἀχαιῶν ἵξις ἐξεργάζεται:
εἰ δ᾽ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.
Πάρις δ᾽ ἔγημε τὴν Διός: γήμας δὲ μή,
σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.
400φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ:
εἰ δ᾽ ἐς τόδ᾽ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει
καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.
ὧν οὕνεκ᾽ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,
οὐ τἀμὰ λέκτρα: τοὺς γὰρ ἐχθίστους ἐμοὶ
405καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.

Χορός

ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,
μέλπεις θ᾽ μέλπουσ᾽ οὐ σαφῆ δείξεις ἴσως.

Ταλθύβιος

εἰ μή σ᾽ Ἀπόλλων ἐξεβάκχευεν φρένας,
οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας
410τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.
ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ
οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.
γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,
Ἀτρέως φίλος παῖς, τῆσδ᾽ ἔρωτ᾽ ἐξαίρετον
415μαινάδος ὑπέστη: καὶ πένης μέν εἰμ᾽ ἐγώ,
ἀτὰρ λέχος γε τῆσδ᾽ ἂν οὐκ ἐκτησάμην.
καὶ σοὶ μένοὐ γὰρ ἀρτίας ἔχεις φρένας
Ἀργεῖ᾽ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις
ἀνέμοις φέρεσθαι παραδίδωμ᾽: ἕπου δέ μοι
420πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.
σὺ δ᾽, ἡνίκ᾽ ἄν σε Λαρτίου χρῄζῃ τόκος
ἄγειν, ἕπεσθαι: σώφρονος δ᾽ ἔσῃ λάτρις
γυναικός, ὥς φασ᾽ οἱ μολόντες Ἴλιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: