Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
190μεγάλα θεός: ἀλλ᾽ ἴθι,
καὶ παρ᾽ ἐμοῦ χρῆσαι πολύ-
πηνα φάρεα δῦναι,
χρύσεά τε — χαρίσαι — προσθήματ᾽ ἀγλαΐας.
δοκεῖς τοῖσι σοῖς δακρύοις
μὴ τιμῶσα θεούς, κρατή-
195σειν ἐχθρῶν; οὔτοι στοναχαῖς,
ἀλλ᾽ εὐχαῖσι θεοὺς σεβί-
ζουσ᾽ ἕξεις εὐαμερίαν, ὦ παῖ. Ἠλέκτρα
οὐδεὶς θεῶν ἐνοπᾶς κλύει
τᾶς δυσδαίμονος, οὐ παλαι-
200ῶν πατρὸς σφαγιασμῶν.
οἴμοι τοῦ καταφθιμένου
τοῦ τε ζῶντος ἀλάτα,
ὅς που γᾶν ἄλλαν κατέχει,
μέλεος ἀλαί-
205νων ποτὶ θῆσσαν ἑστίαν,
τοῦ κλεινοῦ πατρὸς ἐκφύς.
αὐτὰ δ᾽ ἐν χερνῆσι δόμοις
ναίω ψυχὰν τακομένα
δωμάτων πατρίων φυγάς,
210οὐρείας ἀν᾽ ἐρίπνας.
μάτηρ δ᾽ ἐν λέκτροις φονίοις
ἄλλῳ σύγγαμος οἰκεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.